9 περὶ δὲ ἀστραπῆς καὶ βροντῆς, ἔτι δὲ περὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνῶν λέγωμεν· καὶ γὰρ τούτων τὴν αὐτὴν ἀρχὴν ὑπολαβεῖν δεῖ πάντων. τῆς γὰρ ἀναθυμιάσεως, ὥσπερ εἴπομεν, οὔσης διττῆς, τῆς μὲν ὑγρᾶς τῆς δὲ ξηρᾶς, καὶ τῆς συγκρίσεως ἐχούσης ἄμφω ταῦτα δυνάμει καὶ συνισταμένης εἰς νέφος, ὥσπερ εἴρηται πρότερον, ἔτι δὲ πυκνοτέρας τῆς συστάσεως τῶν νεφῶν γιγνομένης πρὸς 28 τοιοῦτος σεισμός ex τοιοῦτον σεισμόν corr. E1 ‖ 29 λίκνοις] λίμνις (ut videtur) N1 ‖ ἀναβραττομένων] (post ω in E ras. unius litt.) ‖ 3Ο γινομένου N ‖ τε om. E 𝔚 ‖23 31 τὸ supra add. F1 ‖ φλεγραῖον] (-εγ- in ras. E) ‖ πέδον H N ‖ 33 ποντίοις H ‖ γίγνονται σεισμοὶ] (Ap): γίγνεται σεισμὸς E 𝔚 N: γίνονται σεισμ F γείων E1: προσγαίων 𝔐 ‖ 34 καταψύχει] Ap; ἀναψύχει E 𝔚 ‖ 35 καὶ οὐ σείεται post πνευμάτων (369 a 1) colI. N ‖ σείεται ex σίεται corr. E1 ‖ 369 a 1 τὸ supra add. J1 ‖ 3 ἐγγὺς δὲ F ‖ 4 ἠπείορου (1)] ἡπέρου E1 ‖ εἰσιν om. E1 ‖ 5 μεικρότητα E1: σμικρότητα 𝔐 F ‖ ποντίας] AcI: ποντίους H N AcWA ‖ 6 post τυγχάνουσιν in J ras. 3 vel 4 litt. ‖ 7 φύσις] φύσις αὐτῶν 𝔄 F H N (Ap) ‖ 8 τίν᾿] τὴν E1 ‖ συμβαινόν E1 ‖ 9 αὐτου ηρηται E1 ‖ 11 πρηστῆρος] περὶ πρηστῆρος F ‖ 12 ἀρχὴν om. E1 ‖ ὑπολαβεῖν Ap: ὑπολαμβάνειν E 𝔚 ‖ πάντων δεῖ E 𝔚 ‖ 14 ἄμφω supra add. F1 ‖ 16 τῶν νεφῶν τῆς γιγνομένης 𝔚: οὔσης τῶν νεφῶν F1: γιγνομένης τῶν νεφῶν corr. F1 τὸ ἔσχατον πέρας (ᾗ γὰρ ἐκλείπει τὸ θερμὸν διακρινόμενον εἰς τὸν ἄνω τόπον, ταύτῃ πυκνοτέραν καὶ ψυχροτέραν ἀναγκαῖον εἶναι τὴν σύστασιν· διὸ καὶ οἱ κεραυνοὶ καὶ οἱ ἐκνεφίαι καὶ πάντα τὰ τοιαῦτα φέρεται κάτω, καίτοι πεφυκότος ἄνω τοῦ θερμοῦ φέρεσθαι παντός· ἀλλʼ εἰς τοὐναντίον τῆς πυκνότητος ἀναγκαῖον γίγνεσθαι τὴν ἔκθλιψιν, οἷον οἱ πυρῆνες οἱ ἐκ τῶν δακτύλων ἐκπηδῶντες· καὶ γὰρ ταῦτα βάρος ἔχοντα φέρεται πολλάκις ἄνω)· ἡ μὲν οὖν ἐκκρινομένη θερμότης εἰς τὸν ἄνω διασπείρεται τόπον· ὅση δʼ ἐμπεριλαμβάνεται τῆς ξηρᾶς ἀναθυμιάσεως ἐν τῇ μεταβολῇ ψυχομένου τοῦ ἀέρος, αὕτη συνιόντων τῶν νεφῶν ἐκκρίνεται, βίᾳ δὲ φερομένη καὶ προσπίπτουσα τοῖς περιεχομένοις νέφεσι ποιεῖ πληγήν, ἧς ὁ ψόφος καλεῖται βροντή. γίγνεται δʼ ἡ πληγὴ τὸν αὐτὸν τρόπον, ὡς παρεικάσαι μείζονι μικρὸν πάθος, τῷ ἐν τῇ φλογὶ γιγνομένῳ ψόφῳ, ὃν καλοῦσιν οἱ μὲν τὸν Ἥφαιστον γελᾶν, οἱ δὲ τὴν Ἑστίαν, οἱ δʼ ἀπειλὴν τούτων. γίγνεται δʼ ὅταν ἡ ἀναθυμίασις εἰς τὴν φλόγα συνεστραμμένη φέρηται, ῥηγνυμένων καὶ ξηραινομένων τῶν ξύλων· οὕτως γὰρ καὶ ἐν τοῖς νέφεσι ἡ γιγνομένη τοῦ πνεύματος ἔκκρισις πρὸς τὴν πυκνότητα τῶν νεφῶν ἐμπίπτουσα 369b ποιεῖ τὴν βροντήν. παντοδαποὶ δὲ ψόφοι διὰ τὴν ἀνωμαλίαν τε γίγνονται τῶν νεφῶν καὶ διὰ τὰς μεταξὺ κοιλίας, ᾗ τὸ συνεχὲς ἐκλείπει τῆς πυκνότητος. ἡ μὲν οὖν βροντἡ τοῦτʼ ἔστι, καὶ γίγνεται διὰ ταύτην τὴν αἰτίαν· τὸ δὲ πνεῦμα τὸ 17-24 interclusionem distinxit Bon. ‖ 17 ἢ 𝔐 𝔄1 ‖ 20 καίτοι] Ap: καίπερ J F 𝔐 𝔄 H N ‖ πεφυκότος (ο prior ex corr. E1) ‖ 21 τοῦ θερμοῦ ἄνω φέρεσθαι διὰ παντός F ‖ εἰς] (-ς in ras. E) ‖ 22 πυκνώσεως J F ‖ 23 πυρρῆνες E ‖ πηδῶντες E 𝔚 ‖ 24 ἐκκρινομένην E1 ‖ 25 διασπιραται (ut videtur) E1: διακρίνεται F1 ‖ ἐνπεριλαμβάνεται E1 ‖ 26 post ἀναθυμιάσεως virgulam ponit Th., post ἀέρος (27) del. ‖ 29 ἦς ex αἷς (ut videtur) corr. F1 ‖ 30 τὸν αὐτὸν τρόπον ἡ πληγὴ F ‖ τρόπον om. E1 ‖ ὥσπερ εἰκάσαι E 𝔚 N: ὤσπερ εἰκάσει H: ὡς εἰκάσαι ci. Th. ‖ 31 τῶν E1 ‖ φλογεὶ E1 ‖ ψόφῳ om. 𝔚 ‖ ὃ J F1 ‖ 32 γενᾶν N1 ‖ γεστίαν (ut videtur) E1 ‖ ἀπειλὶν E1 ‖ 33 ἡ in ras. 3 litt. E1 ‖ ἀναθυμιας E1 ‖ 34 συνεστραμμη E1 ‖ 35 οὕτως ex οὖτος corr. E1: οὕτω J F 𝔐 𝔄 H N ‖ ἡ γιγνομένη] Ap: γιγνομένη ἡ 𝔚 ‖ 36 ἐμπίπτουσα] Ap: εἰσπίπτουσα E 𝔚 Fcorr. m.1: om. F1 ‖ 369 b 1 ψόφοι] οἱ ψόφοι E 𝔚 H ‖ 2 τε om. 𝔐 𝔄 ‖ διὰ om. H N ‖ ἢ 𝔄1: om. E ‖ 3 ἐκλιπειν E1: ἐκλείπειν Erec. 𝔚 ‖ πυκνότης E1 ‖ 4 διὰ supra add. F1 ἐκθλιβόμενον τὰ πολλὰ μὲν ἐκπυροῦται λεπτῇ καὶ ἀσθενεῖ πυρώσει, καὶ τοῦτʼ ἔστιν ἣν καλοῦμεν ἀστραπήν, ᾗ ἂν ὥσπερ ἐκπῖπτον τὸ πνεῦμα χρωματισθὲν ὀφθῇ. γίγνεται δὲ μετὰ τὴν πληγὴν καὶ ὕστερον τῆς βροντῆς· ἀλλὰ φαίνεται πρότερον διὰ τὸ τὴν ὄψιν προτερεῖν τῆς ἀκοῆς. δηλοῖ δʼ ἐπὶ τῆς εἰρεσίας τῶν τριήρων· ἤδη γὰρ ἀναφερόντων πάλιν τὰς κώπας ὁ πρῶτος ἀφικνεῖται ψόφος τῆς κωπηλασίας. καίτοι τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίγνεται πῦρ· τοῦτο δʼ Ἐμπεδοκλῆς μέν φησιν εἶναι τὸ ἐμπεριλαμβανόμενον τῶν τοῦ ἡλίου ἀκτίνων, Ἀναξαγόρας δὲ τοῦ ἄνωθεν αἰθέρος, ὃ δὴ ἐκεῖνος καλεῖ πῦρ κατενεχθὲν ἄνωθεν κάτω. τὴν μὲν οὖν διάλαμψιν ἀστραπὴν εἶναι τὴν τούτου τοῦ πυρός, τὸν δὲ ψόφον ἐναποσβεννυμένου καὶ τὴν σίξιν βροντήν, ὡς καθάπερ φαίνεται καὶ γιγνόμενον οὕτως καὶ πρότερον τὴν ἀστραπὴν οὖσαν τῆς βροντῆς. ἄλογος δὲ καὶ ἡ τοῦ πυρὸς ἐμπερίληψις, ἀμφοτέρως μέν, μᾶλλον δʼ ἡ κατάσπασις τοῦ ἄνωθεν αἰθέρος. τοῦ τε γὰρ κάτω φέρεσθαι τὸ πεφυκὸς ἄνω δεῖ λέγεσθαι τὴν αἰτίαν, καὶ διὰ τὶ ποτε τοῦτο γίγνεται κατὰ τὸν οὐρανὸν ὅταν ἐπινέφελον ᾖ μόνον, ἀλλʼ οὐ συνεχῶς οὕτως· αἰθρίας δὲ οὔσης οὐ γίγνεται. τοῦτο γὰρ παντάπασιν ἔοικεν εἰρῆσθαι προχείρως. ὁμοίως δὲ καὶ τὸ τὴν ἀπὸ τῶν ἀκτίνων θερμότητα φάναι τὴν ἀπολαμβανομένην ἐν τοῖς νέφεσιν εἶναι τούτων αἰτίαν οὐ πιθανόν· καὶ γὰρ οὗτος ὁ λόγος ἀπραγμόνως εἴρηται λίαν· ἀποκεκριμένον τε γὰρ ἀναγκαῖον εἶναι τὸ αἴτιον ἀεὶ καὶ ὡρισμένον, τό τε τῆς βροντῆς καὶ τῆς ἀστραπῆς καὶ τῶν 5 ἀσθενῆ N ‖ 6 ἢ 𝔄1 ‖ 8 καὶ om. E 𝔚 ‖ βροντῆς (βρον- in ras. 𝔄) ‖ 9 δ᾿] δὲ καὶ N ‖ 1Ο κώπας] ἀκώπας N1 ‖ 11 ἀφικνεῖται ex ἀφεικνεῖται corr. E1: ex ἀφικνεῖται πρῶτος ἀφικνεῖ corr. N1 ‖ καίτοι—τἆλλα (370 a 32) codici 𝔄 deest 13 μέν] φαμεν E1 ‖ ἐνπεριλαμβανόμενον E1; ἐμπεριεχόμενον F1 ‖ 14 δὴ] δεῖ ex δὲ corr. F1 ‖ κεῖνοε E1: κἀκεῖνος F ‖ 16 τοῦ τοιούτου πυρὸς ἀστραπὴν εἶναι F ‖ τὴν om. E1 F ‖ τοῦ om. N ‖ ἐναποσβεννύμενον 𝔐: post σίξιν (17) coll. ‖ 18 καὶ (ante γιγνόμενον) om. N1 ‖ οὕτω J F 𝔐 H N ‖ οὖσαν τὸν ἀστραπὴν 𝔐 F H N ‖ 19 καὶ] καὶ ἀμφοτέρως μὲν E1 𝔚: om. Ecorr. ‖ 21 τοῦ] τὸ J ‖ 23 ἐπινέφελον ex ἐπὶ νεφέλων (ut videtur) corr. H1: ἐπινέφελον μὲν F ἀλλʼ οὐ om. H N1 ‖ δὲ om. J F1 ‖ 25 δὲ om. 𝔐 ‖ τὸ postea add. F1: (sequitur in E rasura unius litt.) ἀκτίνων] (ἀ supra add. J1) ‖ 26 τούτων] (post υ in E ras. unius litt.) ‖ 29 τό τε τῆς βροντῆς καὶ τὸ τῆς J: τῆς βροντῆς καὶ τῆς N: τῆς τε βροτῆς καὶ E1: τῆς τε βροντῆς καὶ Ecorr. 𝔚: τῆς τε βροντῆς καὶ τῆς Mor. (Ap) ἄλλων τῶν τοιούτων, καὶ οὕτω γίγνεσθαι. τοῦτο δὲ διαφέρει πλεῖστον· ὅμοιον γὰρ κἂν εἴ τις οἴοιτο τὸ ὕδωρ καὶ τὴν χιόνα καὶ τὴν χάλαζαν ἐνυπάρχοντα πρότερον ὕστερον ἐκκρίνεσθαι καὶ μὴ γίγνεσθαι, οἷον ὑπὸ χεῖρα ποιούσης ἀεὶ τῆς συγκρίσεως ἕκαστον αὐτῶν· ὡσαύτως γὰρ ἐκεῖνά τε συγκρίσεις καὶ ταῦτα διακρίσεις ὑποληπτέον εἶναι, ὥστʼ εἰ θάτερα τούτων μὴ γίγνεται ἀλλʼ ἔστι, περὶ ἀμφοτέρων ὁ αὐτὸς ἀρμόσει 370a λόγος. τήν τʼ ἐναπόληψιν τὶ ἂν ἀλλοιότερον λέγοι τις ἢ καθάπερ ἐν τοῖς πυκνοτέροις; καὶ γὰρ τὸ ὕδωρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ πυρὸς γίγνεται θερμόν· ἀλλʼ ὅμως ὅταν πάλιν συνίη καὶ ψύχηται τὸ ὕδωρ πηγνύμενον, οὐδεμίαν συμβαίνει γίγνεσθαι τοιαύτην ἔκπτωσιν οἵαν ἐκεῖνοι λέγουσιν. καίτοι γʼ ἐχρῆν κατὰ λόγον τοῦ μεγέθους τὴν ζέσιν ποιεῖν τὸ ἐγγιγνόμενον πνεῦμα ὑπὸ τοῦ πυρός, ἣν οὔτε δυνατὸν ἐνυπάρχειν πρότερον, οὔτʼ ἐκεῖνοι τὸν ψόρον ζέσιν ποιοῦσιν ἀλλὰ σίξιν· ἔστι δὲ καὶ ἡ σίξις μικρὰ ζέσις· ᾗ γὰρ τὸ προσπῖπτον κρατεῖ σβεννύμενον, ταύτῃ ζέον ποιεῖ τὸν ψόφον. εἰσὶ δέ τινες οἳ τὴν ἀστραπήν, ὥσπερ καὶ Κλείδημος, οὐκ εἶναί φασιν ἀλλὰ φαίνεσθαι, παρεικάζοντες ὡς τὸ πάθος ὅμοιον ὂν καὶ ὅταν τὴν θάλαττάν τις ῥάβδῳ τύπτῃ· φαίνεται γὰρ τὸ ὕδωρ ἀποστίλβον τῆς νυκτός· οὕτως ἐν τῇ νεφέλη ῥαπιζομένου τοῦ ὑγροῦ τὴν φάντασιν τῆς λαμπρότητος εἶναι τὴν ἀστραπήν. οὗτοι μὲν οὖν οὔπω συνήθεις ἦσαν ταῖς περὶ τῆς ἀνακλάσεως δόξαις, ὅπερ αἴτιον δοκεῖ τοῦ τοιούτου πάθους εἶναι· φαίνεται 30 τῶν ex τὸ corr. N1: om. E1 ‖ γίγνεσθαι] μὴ γίνεσθαι ci. Th. ‖ 31 ὅμοιον ex ὅμοι-ον corr. E1 ‖ κἂν om. Ε1 ‖ 32 ἐνυπάρχοντα] μὲν ὑπάρχοντα 𝔚 ‖ ἀκκρείνεσθαι E1 ‖ 33 ποιούση E1 ‖ αἰεὶ F ‖ 25 καὶ ταῦτα διακρίσεις om. E1 ‖ ὑπολειπτέον ‖ J1 36 ὁ om. E1 ‖ 370 a 1 ἐναπόληψιν] (Ap): ἐναπόλειψιν 𝔐1: ἀπόληφψιν E 𝔚 ‖ ἀλλοιότερον] (Ap): ἄλλο ἕτερον E1 (ut videtur) 𝔚 ‖ λεγ΄ F ‖ 4 συνι E1 ‖ 5 οἵαν] ὤσπερ E 𝔚: ὁποίαν Ap ‖ 6 τὴν] Al: τὴν δὲ E 𝔚1 (ut videtur) F1 (ut videtur) ‖ ποιεῖν] Al: ποιεῖ E1 𝔚1: ἐμποιεῖν F ‖ 8 τὸν ψόφον] ψοφον E1: τὴν F1 (vide infra) ‖ ποιοῦσιν] ποιοῦσι ψόφον F1 (vide supra) ‖ 9 ἡ σίξις καὶ N ‖ κρατεῖται J F1 ‖ 1Ο σβεννύν ci. Th. ‖ post ταύτῃ in J ras. unius litt. ‖ τινὲς post ἀστραπὴν (11) coll. F ‖ 11 κλείδιμος N ‖ φησὶν E ‖ 13 τὴν] Ap: om. E 𝔅 ‖ θάλασσαν F ‖ ῥάβδῳ τις 𝔐 F N ‖ 14 οὕτως] οὕτως καὶ F ‖ 15 φάντασιν] (ν altera in ras. unius litt. J1): φαντασίαν E 𝔚 H N ‖ ἀστραπήν] (-π- in ras. E) ‖ 16 οὖν om. 𝔚 ‖ 17 δοκεῖ post εἷναι coll. F γὰρ τὸ ὕδωρ στίλβειν τυπτόμενον ἀνακλωμένης ἀπʼ αὐτοῦ τῆς ὄψεως πρός τι τῶν λαμπρῶν. διὸ καὶ γίγνεται μᾶλλον τοῦτο νύκτωρ· τῆς γὰρ ἡμέρας οὐ φαίνεται διὰ τὸ πλέον ὂν τὸ φέγγος τὸ τῆς ἡμέρας ἀφανίζειν. τὰ μὲν οὖν λεγόμενα περὶ βροντῆς τε καὶ ἀστραπῆς παρὰ τῶν ἄλλων ταῦτʼ ἐστί, τῶν μὲν ὅτι ἀνάκλασις ἡ ἀστραπή, τῶν δʼ ὅτι πυρὸς μὲν ἡ ἀστραπὴ διάλαμψις, ἡ δὲ βροντὴ σβέσις, οὐκ ἐγγιγνομένου παῤ ἕκαστον πάθος τοῦ πυρὸς ἀλλʼ ἐνυπάρχοντος. ἡμεῖς δέ φαμεν τὴν αὐτὴν εἶναι φύσιν ἐπὶ μὲν τῆς γῆς ἄνεμον, ἐν δὲ τῇ γῇ σεισμόν, ἐν δὲ τοῖς νέφεσι βροντήν· πάντα γὰρ εἶναι ταῦτα τὴν οὐσίαν ταὐτόν, ἀναθυμίασιν ξηράν, ἣ ῥέουσα μέν πως ἄνεμός ἐστιν, ὡδὶ δὲ ποιεῖ τοὺς σεισμούς, ἐν δὲ τοῖς νέφεσι μεταβάλλουσα διακρινομένη, συνιόντων καὶ συγκρινομένων αὐτῶν εἰς ὕδωρ, βροντάς τε καὶ ἀστραπὰς καὶ πρὸς τούτοις τἆλλα τὰ τῆς αὐτῆς φύσεως τούτοις ὄντα. καὶ περὶ μὲν βροντῆς εἴρηται καὶ ἀστραπῆς. 18 στιλβιν E1 ‖ ὑπ᾿ E 𝔚 H (ut videtur) ‖ 19 πρὸς τι πρός τινα Erec. 𝔚: εἰτ (εἰς corr.) F1 ‖ τῶν λαμπρῶν] λαμπρὸν F τοῦτο μᾶλλον E 𝔚 F ‖ 20 νυκτὸς F γίγνεται F ‖ 21 τὸ om. F 22 τε om. 𝔚 Al | παρὰ] καὶ περὶ H1 N ‖ τῶν (post ἐστίί) ex τὸ corr. J1 ‖ 23 ὅτι (1) om. E1 ‖ ἀνάκλασις (-ι- in ras. E) ‖ μὲν supra add. F1 ‖ 26 εἷναι τὴν αὐτὸν J F 𝔐 H N ‖ 27 σισμον E1 ‖ 29 ὡδὶ] (post δ in E ras. unius litt.) ‖ σισμους E1 ‖ 30 μεταβάλλουσα om. J F 𝔐: ἐναποληφθεῖσα Ap: μεταβάλλουσιν ci, Th. ‖ διακρινομένη] (-ακρ- ex corr. F1): ἐκκρινομένη E 𝔚 (Ap) ‖ συνανιόντων J F: συνιόντων αὐτῶν H ‖ 31 εἰς τὸ ὕδωρ αὐτῶν F: εἰς ὕδωρ H ‖ 32 τἆλλα] Ap: ἄλλα E 𝔚 ‖ τὰ — ἀστραπῆς (33) habe 𝔄 ‖ τὰ τῆς αὐτῆς] (τῆς ex corr. F1): ἀπʼ αὐτῆς τῆς 𝔚 ‖ τούτοις om. F1: πάντα corr. F1 ‖ καὶ om. 𝔐 F1 ‖ 33 post ἀστραπῆς praebent J E περὶ δὲ τῶν ὑπολοίπων εἴπωμεν ἔργων τῆς ἐκκρίσεως (ἐκρίσεως J), 𝔚 περὶ δὲ τῶν ὑπολοίπω εἴπωμεν ἔργων.