τοῦ δὲ σπουδῇ τοῦτο ποιήσαντος καὶ τῶν ποδῶν ἑψομένων, ὁ Ξάνθος εὐλόγως θέλων τύψαι τὸν Αἴσωπον, αὐτοῦ περί τι τῶν εἰς χρείαν ἀσχο- λουμένου, ἕνα τῶν ποδῶν ἐκ τῆς χύτρας λαθραίως ἀνελόμενος ἔκρυψε. μετὰ μικρὸν δὲ καὶ ὁ Αἴσωπος ἐλθὼν καὶ τὴν χύτραν ἐπισκεψάμενος, ὡς τούς τρεῖς μόνον πόδας ἑώρακε, συνῆκεν ἐπιβουλὴν αὐτῷ τινα γεγονυῖαν. καὶ δὴ καταδραμών ἐπὶ τὴν αὐλὴν καὶ τοῦ σιτευομένου χοίρου τὸν ἕνα τῶν ποδῶν τῇ μα- χαίρᾳ περιελών καὶ τῶν τριχῶν ψιλώσας, εἰς τὴν χύτραν ἔρριψε καὶ συνέψει τοῖς ἄλλοις. Ξάνθος δὲ δείσας, μή πως Αἴσωπος τὸν ὑφαιρεθέντα τῶν ποδῶν οὐχ εὑρὼν ἀποδράσῃ, αὖθις εἰς τὴν χύτραν αὐτὸν ἐνέβαλε. τοῦ δʼ Αἰσώπου τούς πόδας εἰς τὸ τρυ- βλίον κενώσαντος καὶ πέντε τούτων ἀναφανέντων, ὁ Ξάνθος „τί τοῦτο“, φησίν ,,Αἴσωπε; πῶς πέντιδ“; κἀκεῖνος· „τὼ δύο χοίρω πόσους ἔχετον πόδας“; 1 ἀλλείνα P 3 χοιρίους Q D Z E, H (sed e corr.) χοι- ροίους P διαταχέων M Q D R δια ταχέων A διἀταχέων P διαταχέως V 3. 5 ἐψ. Q 4 σπουδὴ H 5 ἑψημένων Φ 6 ἔσωπον E εἰς in A add. A 2 ἀσχολουμένων Φ ἀσχολου- μένου (l. υ facta ex ν) Z 8 ἀνελκόμενος P ἀνεψόμενος D, λ add. D 2 ἔκρυψεν M μικρῶν P μεταμικρὸν δὲ E μετὰ μικρόνδε H καὶ ὁ αἴσ.] καὶ om. E 10 μόνον V: μόνους ceteri ἑώρακεν M b (praetered. Neuel.) συνῆκε (Z) b τινα αὐτῶ Q 12 τὸν] τῶν M 13 ψηλώσας V ψιλός σας P 15 δύσας P αἴσωπος] σω suppl. 2; ἔσωπος E ὁ αἴσωπος Φ 16 οὐγʼ M, Q 2, H E οὐχ εὑρὼν om. Q D, add. Q 2 D 2 ἀποδράσει Φ 17 τριβλίον F Z τρίβλιον b τρύβλιον A a, b 1547 19 τοῦτο] τούτων R 20 δύω M Q v (praeter b 1534) χοίρω Q sed in utroque corr. ο ex ε, in Q praetered ω in ras. τῶν δύο χοίρων E H ἔχει V καὶ ὁ Ξάνθος· „ὀκτώ“. καὶ ὁ Αἴσωπος· „εἰσὶν οὖν ἐνταυθὶ πέντε, καὶ ὁ σιτευόμενος χοῖρος νέμεται κάτω τρίπους“. καὶ ὁ Ξάνθος πάνυ βαρέως σχὼν πρὸς τούς φίλους φησίν· ,,οὐχὶ μικρῷ πρόσθεν εἶ- πον, ὡς τάχιστά με πρὸς μανίαν οὗτος δὴ περιτρέ- ψεά“; καὶ ὁ Αἴσωπος· „δέσποτα, οὐκ οἶσθʼ ὅτι τὸ ἐκ p. 38 b. προσθέσεως τε καὶ ἀφαιρέσεως εἰς τὸ κατὰ λόγον ποσὸν συγκεφαλαιούμενον, οὐκ ἔστιν ἁμάρτημα“; ὁ μὲν οὖν Ξάνθος μηδεμίαν εὐπρόσωπον αἰτίαν εὑρηκὼς μαστιγῶσαι τὸν Αἴσωπον, ἡσύχασε.