ΛΟΓΟΣ Ε. [Προοίμιον.] Ὁ μὲν οὖν τῆς ῾Ρωμαίων ἐκκλησίας ἐπίσκοπος Σωτὴρ ἐπὶ ὄγδοον ἔτος ἡγησάμενος τελευτᾷ τὸν βίον. τοῦτον δωδέκατος ἀπὸ τῶν ἀποστόλων Ἐλεύθερος διαδέχεται· ἔτος δ᾿ ἦν ἑπτακαιδέκατον αὐτοκράτορος Ἀντωνίνου Οὐήρου, ἐν ᾧ κατά τινα μέρη τῆς γῆς σφοδρότερον ἀναρριπισθέντος τοῦ καθ᾿ ἡμῶν διωγμοῦ ἐξ ἐπιθέσεως τῶν κατὰ πόλεις δήμων μυριάδας μαρτύρων ἀνὰ τὴν οἰκουμένην διαπρέψαι, στοχασμῷ λαβεῖν ἔνεστιν ἀπὸ τῶν καθ᾿ ἓν ἔθνος συμβεβηκότων, ἃ καὶ γραφῇ τοῖς μετέπειτα παραδοθῆναι, ἀλήστου μνήμης ὡς ἀληθῶς ἐπάξια ὄντα, συμβέβηκε. τῆς μὲν οὖν περὶ τούτων ἐντελεστάτης ὑφηγήσεως τὸ πᾶν σύγγραμμα τῇ τῶν μαρτύρων ἡμῖν κατατέτακται συναγωγῇ, οὐχ ἱστορικὴν αὐτὸ μόνον, ἀλλὰ καὶ διδασκαλικὴν περιέχον διήγησιν. ὁπόσα γέ τοι τῆς παρούσης ἔχοιτο πραγματείας, ταῦτ᾿ ἐπὶ τοῦ παρόντος ἀναλεξάμενος παραθήσομαι. ἄλλοι μὲν οὖν ἱστορικὰς ποιούμενοι διηγήσεις πάντως ἂν παρέδωκαν τῇ γραφῇ πολέμων νίκας, καὶ τρόπαια κατ᾿ ἐχθρῶν, στρατηγῶν τε ἀριστείας, καὶ ὁπλιτῶν ἀνδραγαθίας, αἵματι καὶ μυρίοις φόνοις παίδων καὶ πατρίδος καὶ τῆς ἄλλης ἕνεκεν περιου- σίας μιανθέντων. ὁ δέ γε περὶ τοῦ καθ’ ἡμὰς πολιτεύματος διηγηματικὸς ἡμῖν λόγος τοὺς ὑπὲρ αὐτῆς τῆς κατὰ ψυχὴν εἰρήνης εἰρηνικωτάτους πολέμους, καὶ τοὺς ἐν τούτοις ὑπὲρ ἀληθείας μᾶλλον ἢ πατρίδος, καὶ μᾶλλον ὑπὲρ εὐσεβείας ἢ τῶν φιλτάτων ἀνδρισαμένους αἰωνίαις ἀναγράψεται στήλαις, τῶν εὐσεβείας ἀθλητῶν τὰς ἐνστάσεις, καὶ τὰς πολυτλήτους ἀνδρείας, τρόπαιά τε τὰ κατὰ δαιμόνων , καὶ νίκας τὰς κατὰ τῶν ἀοράτων ἀντιπάλων, καὶ τοὺς ἐπὶ πᾶσι τούτοις στεφάνους εἰς αἰώνιον μνήμην ἀνακηρύττων. [Nic. Η. E. IV, 16-17] Γαλλία μὲν οὐν ἡ χώρα ἦν, καθ’ ἣν τὸ τῶν δηλουμένων συνεκροτεῖτο στάδιον, ἧς μητροπόλεις ἐπίσημοι καὶ παρὰ τὰς ἄλλας τῶν αὐτόθι διαφέρουσαι βεβόηνται Λούγοδουνος καὶ Βίεννα, δι’ ὧν ἀμφοτέρων τὴν ἅπασαν χώραν πολλῷ τῷ ῥεύματι περιρρέων ὁ Ῥοδανὸς ποταμὸς διέξεισι. τὴν οὐν περὶ τῶν μαρτύρων γραφὴν αἱ τῇδε διαφανέσταται ἐκκλησίαι ταῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν διαπέμπονται, τὰ παρ’ αὐταῖς πραχθέντα τοῦτον ἀνιστοροῦσαι τὸν τρόπον. παραθήσομαι δὲ τὰς αὐτῶν φωνάς “οἱ ἐν Βιέννῃ καὶ Λουγδούνῳ τῆς Γαλ- “ λίας “λίας παροικοῦντες δοῦλοι Χριστοῦ τοῖς Ἀσίαν καὶ Φρυγίαν τὴν αὐτὴν τῆς ἀπολυτρώσεως ‘ἡμῖν πίστιν καὶ ἐλπίδα ἔχουσιν ἀδελφοῖς εἰρήνη ‘καὶ χάρις καὶ δόξα ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.” εἶτα τούτοις ἐξῆς ἕτερα προοιμιασάμενοι τὴν τοῦ λόγου καταρχὴν ποιοῦνται ἐν τούτοις “τὸ μὲν οὖν μέγεθος τῆς ἐνθάδε θλίψεως καὶ τὴν τοσαύτην τῶν ἐθνῶν εἰς τοὺς ἁγίους ὀργὴν, καὶ ὅσα ὑπέμειναν οἱ μακάριοι μάρτυρες, ἐπ’ ἀκριβὲς οὔθ’ ἡμεῖς εἰπεῖν ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν. παντὶ γὰρ σθένει “ἐνέσκηψεν ὁ ἀντικείμενος, προοιμιαζόμενος ἤδη τὴν “ἀδεῶς μέλλουσαν ἔσεσθαι παρουσίαν αὐτοῦ, καὶ διὰ “πάντων διῆλθεν, ἐθίζων τοὺς ἑαυτοῦ καὶ προγυ- “μνάζων κατὰ τῶν δούλων τοῦ θεοῦ, ὥστε μὴ μόνον “οἰκιῶν καὶ βαλανείων καὶ ἀγορᾶς εἴργεσθαι, ἀλλὰ “καὶ τὸ καθόλου φαίνεσθαι ἡμῶν τινὰ αὐτοῖς ἀπειρῆσθαι “ἐν ὁποίῳ δήποτε τόπῳ. ἀντεστρατήγει “δὲ ἡ χάρις τοῦ θεοῦ, καὶ τοὺς μὲν ἀσθενεῖς ἐρρύετο, “ἀντιπαρέτασσε δὲ στύλους ἑδραίους, δυναμένους “διὰ τῆς ὑπομονῆς πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ “εἰς ἑαυτοὺς ἑλκύσαι, οἳ καὶ ὁμόσε ἐχώρουν “αὐτῷ, πᾶν εἶδος ὀνειδισμοῦ καὶ κολάσεως ἀνεχόμενοι, “οἳ καὶ τὰ πολλὰ ὀλίγα ἡγούμενοι ἔσπευδον πρὸς “Χριστὸν, ὄντως ἐπιδεικνύμενοι ὅτι οὐκ ἄξια τὰ παθήματα “τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν “ἀποκαλυφθῆναι εἰς ἡμᾶς. καὶ πρῶτον μὲν τὰ “ἀπὸ τοῦ ὄχλου πανδημεὶ σωρηδὸν ἐπιφερόμενα γενναίως “ὑπέμενον, ἐπιβοήσεις καὶ πληγὰς καὶ συρμοὺς “καὶ διαρπαγὰς καὶ λίθων βολὰς καὶ συγκλείσεις “καὶ πάνθ’ ὅσα ἠγριωμένῳ πλήθει ὡς πρὸς “ἐχθροὺς καὶ πολεμίους φιλεῖ γίνεσθαι. καὶ δὴ “ἀναχθέντες εἰς τὴν ἀγορὰν ὑπό τε τοῦ χιλιάρχου “καὶ τῶν προεστηκότων τῆς πόλεως ἐξουσιῶν, ἐπὶ “παντὸς τοῦ πλήθους ἀνακριθέντες καὶ ὁμολογήσαντες, “συνεκλείσθησαν εἰς τὴν εἱρκτὴν ἕως τοὐ ήγεμόνος “τῆς παρουσίας μετέπειτα δὲ ἐπὶ τὸν ἡγεμόνα “ἀχθέντων αὐτῶν, κἀκείνου πάσῃ τῇ πρὸς ἡμᾶς “ὠμότητι χρωμένου, Οὐέττοις Ἐπάγαθος, εἷς ἐκ τῶν “ἀδελφῶν, πλήρωμα ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ “πρὸς τὸν πλησίον κεχωρηκὼς — οὑ καὶ ἐπὶ τοσοῦτον 14 Rom. 8, 18. ἠκρίβωτο ἡ πολιτεία, ὡς καίπερ ὄντα νέον συνεξισοῦσθαι τῇ τοῦ πρεσβυτέρου Ζαχαρίου μαρτυρίᾳ· “πεπόρευτο γοῦν ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώ- ῾μασι τοῦ κυρίου ἄμεμπτος, πάσῃ τῇ πρὸς τὸν πλη- “σίον λειτουργίᾳ ἄοκνος, ζῆλον θεοῦ πολὺν ἔχων, “καὶ ζέων τῷ πνεύματι — τοιοῦτος δή τις ὢν τὴν ‘οὕτως καθ’ ἡμῶν ἀλόγως γινομένην κρίσιν οὐκ ἐβά- “στασεν, ἀλλ’ ὑπερηγανάκτησε, καὶ ἠξίου καὶ αὐτὸς ἀκουσθῆναι ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν, ὅτι μηδὲν ἄθεον μηδὲ ἀσεβές ἐστιν ἐν ἡμῖν. τῶν δὲ περὶ τὸ βῆμα καταβοησάντων αὐτοῦ, (καὶ γὰρ ἠν ἐπίσημος), καὶ τοῦ ἡγεμόνος μὴ ἀνασχομένου τῆς οὕτως ὑπ’ αὐτοῦ δικαίας προταθείσης ἀξιώσεως, ἀλλὰ μόνον τοῦτο πυθομένου, εἰ καὶ αὐτὸς εἴη Χριστιανὸς, τοῦ δὲ λαμπροτάτῃ φωνῇ ὁμολογήσαντος, ἀνελήφθη καὶ αὐτὸς εἰς τὸν κλῆρον τῶν μαρτύρων, παράκλητος Χριστιανῶν χρηματίσας, ἔχων δὲ τὸν παράκλητον ἐν ἑαυτῷ, τὸ πνεῦμα πλέον τοῦ Ζαχαρίου, ὃ διὰ τοῦ πληρώματος τῆς ἀγάπης ἐνεδείξατο, εὐδοκήσας ὑπὲρ τῆς τῶν ἀδελφῶν ἀπολογίας καὶ τὴν ἑαυτοῦ θεῖναι ψυχήν. ἦν γὰρ καὶ ἔστι γνήσιος Χριστοῦ μαθητὴς, ἀκολουθῶν τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. ἐντεῦθεν δὴ διεκρίνοντο οἱ λοιποὶ, καὶ φανεροὶ καὶ ἕτοιμοι ἐγίνοντο πρωτομάρτυρες, οἳ καὶ μετὰ πάσης προθυμίας ἀνεπλήρουν τὴν ὁμολογίαν τῆς μαρτυρίας, ἐφαίνοντο δὲ καὶ οἱ ἀνέτοιμοι καὶ ἀγύμναστοι καὶ ἔτι ἀσθενεῖς, ἀγῶνος μεγάλου τόνον ἐνεγκεῖν μὴ δυνάμενοι, ὧν καὶ ἐξέτρωσαν ὡς δέκα τὸν ἀριθμὸν, οἳ καὶ μεγάλην λύπην καὶ πένθος ἀμέτρητον ἐνεποίησαν ἡμῖν, καὶ τὴν προθυμίαν τῶν 22 Apoc. 14, 4. “λοιπῶν τῶν μὴ συνειλημμένων ἐνέκοψαν, οἳ καί “πάντα τὰ δεινὰ πάσχοντες ὅμως συμπαρῆσαν τοῖς “μάρτυσι καὶ οὐκ ἀπελείποντο αὐτῶν. τότε δὴ “ οἱ πάντες μεγάλως ἐπτοήθημεν, διὰ τὸ ἄδηλον τῆς “ὁμολογίας, οὐ τὰς ἐπιφερομένας κολάσεις φοβούμε- ‘νοι, ἀλλὰ τὸ τέλος ἀφορῶντες, καὶ τὸ ἀποπεσεῖν τινὰ ‘δεδιότες. συνελαμβάνοντο μέντοι καθ’ ἑκάστην “ἡμέραν οἱ ἄξιοι, τὸν ἐκείνων ἀναπληροῦντες ἀρι- “θμὸν, ὥστε συλλεγῆναι ἐκ τῶν δύο ἐκκλησιῶν πάν- “τας τοὺς σπουδαίους, καὶ δι’ ὧν μάλιστα συνειστή- “κει τὰ ἐνθάδε. συνελαμβάνοντο δὲ καὶ ἐθνικοί “τινες οἰκέται τῶν ἡμετέρων, ἐπεὶ δημοσίᾳ ἐκέλευσεν “ὁ ἡγεμὼν ἀναζητεῖσθαι πάντας ἡμᾶς· οἳ καὶ κατ’ ἐνέ- “δραν τοῦ σατανᾶ, φοβηθέντες τὰς βασάνους ἃς τοὺς “ἁγίους ἔβλεπον πάσχοντας, τῶν στρατιωτῶν ἐπί τοῦτο “παρορμώντων αὐτοὺς κατεψεύσαντο ἡμῶν Θυέστεια “δεῖπνα καὶ Οἰδιποδείους μίξεις καὶ ὅσα μήτε λαλεῖν “μήτε νοεῖν θέμις ἡμῖν, ἀλλἀ μηδὲ πιστεύειν, εἴ τι τοι- “οῦτο πώποτε παρὰ ἀνθρώποις ἐγένετο. τούτων δὲ “φημισθέντων πάντες ἀπεθηριώθησαν εἰς ἡμᾶς, ὥστε “καὶ εἴ τινες τὸ πρότερον δι’ οἰκειότητα ἐμετρίαζον, “τότε μεγάλως ἐχαλέπαινον καὶ διεπρίοντο καθ’ ἡμῶν. “ἐπληροῦτο δὲ τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον, ὅτι ἐλεύσεται καιρὸς ἐν ᾧ πᾶς ὁ ἀποκτείνας ὑμᾶς “δόξει λατρείαν προσφέρειν τῷ θεῷ. ἐνταῦθα “λοιπὸν ὑπεράνω πάσης ἐξηγήσεως ὑπέμενον “σεῖς οἱ ἅγιοι μάρτυρες, φιλοτιμουμένου τοῦ σατανᾶ “καὶ δι’ ἐκείνων ῥηθῆναί τι τῶν βλασφήμων. “ὑπερβεβλημένως δὲ ἐνέσκηψεν ἡ ὀργὴ πᾶσα καὶ “ὄχλου καὶ ἡγεμόνος καὶ στρατιωτῶν εἰς Σάγκτον 24 loann. 16, 2. “τὸν διάκονον ἀπὸ Βιέννης, καὶ εἰς Μάτουρον, νεο- “φώτιστον μὲν, ἀλλὰ γενναῖον ἀγωνιστὴν, καὶ εἰς “Ἄτταλον Περγαμηνὸν τῷ γένει, στῦλον καὶ “τῶν ἐνταῦθα ἀεὶ γεγονότα, καὶ εἰς Βλανδῖναν, δι ἧς ἐπέδειξεν ὁ Χριστὸς ὅτι τὰ παρὰ ἀνθρώποις εὐτελῆ καὶ ἀειδῆ καὶ εὐκαταφρόνητα φαινόμενα μεγάλης καταξιοῦται παρὰ θεῷ δόξης, διὰ τὴν πρὸς “αὐτὸν ἀγάπην, τὴν ἐν δυνάμει δεικνυμένην, καὶ μὴ “ἐν εἴδει καυχωμένην. ἡμῶν γὰρ πάντων δεδιό- ‘των, καὶ τῆς σαρκίνης δεσποίνης αὐτῆς, ἥτις ἦν καὶ αὐτὴ τῶν μαρτύρων μία ἀγωνίστρια, ἀγωνιώσης “μὴ οὐδὲ τὴν ὁμολογίαν δυνήσεται παρρησιάσασθαι διὰ τὸ ἀσθενὲς τοῦ σώματος, ἡ Βλανδῖνα τοσαύτης “ἐπληρώθη δυνάμεως ὥστε ἐκλυθῆναι καὶ παρεθῆ- “ναι τοὺς κατὰ διαδοχὰς παντὶ τρόπῳ βασανίζοντας “αὐτὴν ἀπὸ ἑωθινῆς ἕως ἑσπέρας, καὶ αὐτοὺς ὁμολογοῦντας ὅτι νενίκηνται, μηδὲν ἔχοντες μηκέτι ὃ ῾ποιήσουσιν αὐτῇ, καὶ θαυμάζειν ἐπὶ τῷ παραμένειν ‘ἔμπνουν αὐτὴν, παντὸς τοῦ σώματος διερρωγότος καὶ ἠνεῳγμένου, καὶ μαρτυρεῖν ὅτι ἓν εἶδος στρεβλώσεως ἱκανὸν ἠν πρὸς τὸ ἐξαγαγεῖν τὴν ψυχὴν, οὐχ ὅτι γε τοιαῦτα καὶ τοσαῦτα. ἀλλ’ ἡ μακαρία ὡς γενναῖος ἀθλητὴς ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, καὶ ἦν αὐτῆς ἀνάληψις καὶ ἀνάπαυσις καὶ ἀναλγησία τῶν συμβαινόντων τὸ λέγειν ὅτι Χριστιανή εἰμι καὶ παρ’ ἡμῖν οὐδὲν φαῦλον γίνεται. ὁ δὲ Σάγκτος καὶ αὐτὸς ὑπερβεβλημένως καὶ ὑπὲρ πάντα ἄνθρωπον πάσας τὰς ἐξ ἀνθρώπων αἰκίας γενναίως ὑπομένων, τῶν ἀνόμων ἐλπιζόντων διὰ τὴν ἐπιμονὴν καὶ τὸ μέγεθος τῶν βασάνων ἀκούσεσθαί τι παρ’ αὐτοῦ τῶν μὴ δεόντων, τοσαύτῃ ὑποστάσει ἀντιπαρετάξατο αὐτοῖς ὥστε μηδὲ τὸ ἴδιον κατειπεῖν “ὄνομα, μήτε ἔθνους, μήτε πόλεως ὅθεν ἦν, μήτε εἰ “δοῦλος ἢ ἐλεύθερος εἴη, ἀλλὰ πρὸς πάντα τὰ ἐπε- “ρωτώμενα ἀπεκρίνατο τῇ ῾Ρωμαϊκῇ φωνῇ ῾Χριστια- “νός εἰμι.᾿ τοῦτο καὶ ἀντὶ ὀνόματος καὶ ἀντὶ πό- “λεως καὶ ἀντὶ γένους καὶ ἀντὶ παντὸς ἐπαλλήλως “ὡμολόγει, ἄλλην δὲ φωνὴν οὐκ ἤκουσαν αὐτοῦ τὰ “ἔθνη. ὅθεν δὴ καὶ φιλονεικία μεγάλη τοῦ “τε ἡγεμόνος καὶ τῶν βασανιστῶν ἐγένετο πρὸς αὐ- “τὸν, ὥστε ὁπότε μηκέτι μηδὲν εἶχον ὃ ποιήσουσιν “αὐτῷ, τὸ τελευταῖον χαλκᾶς λεπίδας διαπύρους “προσεκόλλων τοῖς τρυφερωτάτοις μέλεσι τοῦ σώμα- “τος αὐτοῦ. καὶ ταῦτα μὲν ἐκαίετο, αὐτὸς δὲ πα- “ρέμενεν ἀνεπίκαμπτος καὶ ἀνένδοτος, στερρὸς πρὸς “τὴν ὁμολογίαν, ὑπὸ τῆς οὐρανίου πηγῆς τοῦ ὕδα- “τος τῆς ζωῆς τοῦ ἐξιόντος ἐκ τῆς νηδύος τοῦ Χρι- “στοῦ δροσιζόμενος καὶ ἐνδυναμούμενος. τὸ δὲ “σωμάτιον μάρτυς ἦν τῶν συμβεβηκότων, ὅλον τραῦμα “καὶ μώλωψ καὶ συνεσπασμένον καὶ ἀποβεβληκὸς τὴν “ἀνθρώπειον ἔξωθεν μορφὴν, ἐν ᾧ πάσχων Χριστὸς “μεγάλας ἐπετέλει δόξας, καταργῶν τὸν ἀντικείμε- “νον, καὶ εἰς τὴν τῶν λοιπῶν ὑποτύπωσιν ὑποδει- “κνύων ὅτι μηδὲν φοβερὸν ὅπου πατρὸς ἀγάπη, μηδὲ “ἀλγεινὸν ὅπου Χριστοῦ δόξα. τῶν γὰρ ἀνόμων “μεθ᾿ ἡμέρας πάλιν στρεβλούντων τὸν μάρτυρα, καὶ “νομιζόντων ὅτι οἰδούντων καὶ φλεγμαινόντων τῶν “σωμάτων εἰ τὰ αὐτὰ προσενέγκοιεν κολαστήρια, πε- “ριέσοιντο αὐτοῦ, ὁπότε οὐδὲ τὴν ἀπὸ τῶν χειρῶν “ἁφὴν ἠνείχετο, ἢ ὅτι ἐναποθανὼν ταῖς βασάνοις “φόβον ἐμποιήσειε τοῖς λοιποῖς, οὐ μόνον οὐδὲν περὶ “αὐτὸν τοιοῦτο συνέβη, ἀλλὰ καὶ παρὰ πᾶσαν δόξαν “ἀνθρώπων ἀνέκυψε καὶ ἀνωρθώθη τὸ σωμάτιον ἐν “ταῖς μετέπειτα βασάνοις, καὶ τὴν ἰδέαν ἀπέλαβε “τὴν προτέραν καὶ τὴν χρῆσιν τῶν μελῶν, ὥστε μὴ “κόλασιν, ἀλλ᾿ ἴασιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ “τὴν δευτέραν στρέβλωσιν αὐτῷ γενέσθαι. καὶ “Βιβλιάδα δέ τινα, μίαν τῶν ἠρνημένων, ἤδη δοκῶν “ὁ διάβολος καταπεπωκέναι, θελήσας δὲ καὶ διὰ “βλασφημίας κατακρῖναι, ἦγεν ἐπὶ κόλασιν, ἀναγκά- “ζων εἰπεῖν τὰ ἄθεα περὶ ἡμῶν, ὡς εὔθραυστον ἤδη “καὶ ἄνανδρον. ἡ δὲ ἐν τῇ στρεβλώσει ἀνένηψε, “καὶ ὡσὰν εἰπεῖν ἐκ βαθέος ὕπνου ἀνεγρηγόρησεν, “ὑπομνησθεῖσα διὰ τῆς προσκαίρου τιμωρίας τὴν αἰ- “ώνιον ἐν γεέννῃ κόλασιν, καὶ ἐξ ἐναντίας ἀντεῖπε “τοῖς βλασφήμοις φήσασα ῾πῶς ἂν παιδία φάγοιεν οἱ “τοιοῦτοι, οἶς μηδὲ ἀλόγων ζῴων αἷμα φαγεῖν ἐξόν;᾿ “καὶ ἀπὸ τοῦδε Χριστιανὴν ἑαυτὴν ὡμολόγει, καὶ ἐν “τῷ κλήρῳ τῶν μαρτύρων προσετέθη. καταργη- “θέντων δὲ τῶν τυραννικῶν κολαστηρίων ὑπὸ τοῦ “Χριστοῦ διὰ τῆς τῶν μακαρίων ὑπομονῆς, ἑτέρας μη- “χανὰς ὁ διάβολος ἐπενόει, τὰς κατὰ τὴν εἱρκτὴν ἐν τῷ “σκότει καὶ τῷ χαλεπωτάτῳ χωρίῳ συγκλείσεις, καὶ “τὰς ἐν τῷ ξύλῳ διατάσεις τῶν ποδῶν, ἐπὶ πέμπτον “διατεινομένων τρύπημα, καὶ τὰς λοιπὰς αἰκίας, ὅσας “εἰώθασιν ὀργιζόμενοι ὑπουργοὶ, καὶ ταῦτα διαβόλου “πλήρεις, διατιθέναι τοὺς ἐγκλειομένους, ὥστε ἀπο- “πνιγῆναι τοὺς πλείστους ἐν τῇ εἱρκτῇ, ὅσους γε ὁ “κύριος οὕτως ἐξελθεῖν ἠθέλησεν, ἐπιδεικνύων τὴν “αὐτοῦ δόξαν. οἱ μὲν γὰρ βασανισθέντες πικρῶς, “ὥστε δοκεῖν μηδὲ τῆς θεραπείας πάσης τυχόντας “ἔτι ζήσαι δύνασθαι, παρέμενον ἐν τῇ εἱρκτῇ ἔρημοι “μὲν τῆς παρὰ ἀνθρώπων ἐπιμελείας, ἀναρρωννύ- “μενοι δὲ ὑπὸ κυρίου καὶ ἐνδυναμούμενοι καὶ σώ- “ματι καὶ ψυχῇ, καὶ τοὺς λοιποὺς παρορμῶντες καὶ “παραμυθούμενοι. οἱ δὲ νεαροὶ καὶ ἄρτι συνειλημ- “μένοι, ὧν μὴ προκατῄκιστο τὰ σώματα, τὸ βάρος “ οὐκ ἔφερον τῆς συγκλείσεως, ἀλλ’ ἔνδον ἐναπέθνησκον. ὁ δὲ μακάριος Ποθεινὸς, ὁ τὴν διακο- ‘νίαν τῆς ἐπισκοπῆς ἐν Λουγδούνῳ πεπιστευμένος, “ὑπὲρ ὑπὲρ τὰ ἐνενήκοντα ἔτη τῆς ἡλικίας γεγονὼς, καὶ “πάνυ ἀσθενὴς τῷ σώματι, μόλις μὲν ἐμπνέων διὰ τὴν προκειμένην σωματικὴν ἀσθένειαν, ὑπὸ δὲ προθυμίας πνεύματος ἀναρρωννύμενος διὰ τὴν ἐγκειμένην τῆς μαρτυρίας ἐπιθυμίαν, καὶ αὐτὸς ἐπὶ τὸ “βῆμα ἐσύρετο, τοῦ μὲν σώματος καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ τῆς νόσου λελυμένου, τηρουμένης δὲ τῆς “ψυχῆς ἐν αὐτῷ, ἵνα δι’ αὐτῆς Χριστὸς θριαμβεύσῃ. ὃς ὑπὸ τῶν στρατιωτῶν ἐπὶ τὸ βῆμα κομισθεὶς, παραπεμπόντων αὐτὸν τῶν πολιτικῶν ἐξουσιῶν καὶ “παντὸς τοῦ πλήθους, ἐπιβοήσεις παντοίας ποιουμένων, ὡς αὐτοῦ ὄντος τοῦ κυρίου, ἀπεδίδου τὴν καλὴν μαρτυρίαν. ἀνεταζόμενος δὲ ὑπὸ τοῦ ἡγεμόνος τίς εἴη Χριστιανῶν ὁ θεὸς, ἔφη ῾ ἐὰν ᾖς ἄξιος, γνώσῃ.’ ἐντεῦθεν δὴ ἀφειδῶς ἐσύρετο, καὶ “ποικίλας ἔπασχε πληγὰς, τῶν μὲν σύνεγγυς χερσὶ καὶ ποσὶν ἐνυβριζόντων παντοίως, μηδὲ τὴν ἡλικίαν αἰδουμένων αὐτοῦ, τῶν δὲ μακρὰν, ὃ μετὰ χεῖρας ἕκαστος εἶχεν, εἰς αὐτὸν ἀκοντιζόντων, πάντων δὲ ἡγουμένων μεγάλως πλημμελεῖν καὶ ἀσεβεῖν, εἴ τις ἀπολειφθείη τῆς εἰς αὐτὸν ἀσελγείας· καὶ γὰρ τοὺς θεοὺς ἑαυτῶν ᾤοντο οὕτως ἐκδικήσειν. καὶ μόγις ἐμπνέων ἐρρίφη εἰς τὴν εἱρκτὴν, καὶ μετὰ δύο ἡμέρας ἀπέψυξεν. ἐνταῦθα δὴ μεγάλη τις οἰκονομία τοῦ θεοῦ ἐγίνετο, καὶ ἔλεος ἀμέτρητον “ἀνεφαίνετο Ἰησοῦ, σπανίως μὲν ἐν τῇ ἀδελφότητι γεγονὸς, μὴ ἀπολειπόμενον δὲ τῆς τέχνης τοῦ Χριστοῦ. οἱ γὰρ κατὰ τὴν πρώτην σύλληψιν ἔξαρνοι “γενόμενοι συνεκλείοντο καὶ αὐτοὶ καὶ μετεῖχον τῶν “δεινῶν· οὐδὲ γὰρ ἐν τῷ καιρῷ τούτ’ ᾦ ὄφελός τι αὐ- “τοῖς ἡ ἐξάρνησις ἐγίνετο· ἀλλ’ οἶ μὲν ὁμολογοῦντες “ὅ καὶ ἦσαν, συνεκλείοντο ὡς Χριστιανοὶ, μηδεμιᾶς “ἄλλης αὐτοῖς αἰτίας ἐπιφερομένης, οὗτοι δὲ λοιπὸν ὡς ἀνδροφόνοι καὶ μιαροὶ κατείχοντο, διπλότερον “παρὰ τοὺς λοιποὺς κολαζόμενοι. ἐκείνους μὲν “γὰρ ἐπεκούφιζεν ἡ χαρὰ τῆς μαρτυρίας, καὶ ἡ ἐλ- “πὶς τῶν ἐπηγγελμένων, καὶ ἡ πρὸς τὸν Χριστὸν “ἀγάπη, καὶ τὸ πνεῦμα τὸ πατρικὸν, τούτους δὲ τὸ “συνειδὸς μεγάλως ἐτιμωρεῖτο, ὥστε καὶ παρὰ τοῖς “λοιποῖς ἅπασι κατὰ τὰς παρόδους διαδήλους τὰς “ὄψεις αὐτῶν εἶναι. οἶ μὲν γὰρ ἱλαροὶ προῄεσαν, “δόξης καὶ χάριτος πολλῆς ταῖς ὄψεσιν αὐτῶν συγκε- “κραμένης, ὥστε καὶ τὰ δεσμὰ κόσμον εὐπρεπῆ πε- “ρικεῖσθαι αὐτοῖς, ὡς νύμφῃ κεκοσμημένῃ ἐν “σωτοῖς χρυσοῖς πεποικιλμένοις, τὴν εὐωδίαν ὀδω- “δότες ἅμα τὴν Χριστοῦ, ὥστε ἐνίους δόξαι καὶ μύρῳ “κοσμικῷ κεχρῖσθαι αὐτούς· οἶ δὲ κατηφεῖς καὶ τα- “πεινοὶ καὶ δυσειδεῖς καὶ πάσης ἀσχημοσύνης ἀνά- “πλεοι, προσέτι δὲ καὶ ὑπὸ τῶν ἐθνῶν ὀνειδιζόμε- “νοι ὡς ἀγεννεῖς καὶ ἄνανδροι, ἀνδροφόνων μὲν ἐγ- “κλήματα ἔχοντες, ἀπολωλεκότες δὲ τὴν πάντιμον “καὶ ἔνδοξον καὶ ζωοποιὸν προσηγορίαν. ταῦτα δὲ “οἱ λοιποὶ θεωροῦντες ἐστηρίχθησαν, καὶ οἱ συλλαμ- “ βανόμενοι ἀδιστάκτως ὡμολόγουν, μηδὲ ἔννοιαν “ἔχοντες διαβολικοῦ λογισμοῦ.” τούτοις μεταξύ τινα ἐπειπόντες αὖθις ἐπιφέρουσι· “μετὰ ταῦτα “λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξό- “δου αὐτῶν. ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παν- “τοίων ἀνθῶν ἔνα πλέξαντες στέφανον προσήνεγκαν “τῷ πατρί. ἐχρῆν γοῦν τοὺς γενναίους ἀθλητὰς, “ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νική- “σαντας, ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέ- “φανον. ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ “ἡ Βλανδῖνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ “δημόσιον καὶ εἰς τὸ κοινὸν τῶν ἐθνῶν τῆς “πίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχιῶν ἡμέρας “διὰ τοὺς ἡμετέρους διδομένης. καὶ ὁ μὲν “ρος καὶ ὁ Σάγκτος αὖθις διῄεσαν ἐν τῷ “διὰ πάσης κολάσεως, ὡς μηδὲν ὅλως “τες, μᾶλλον δὲ ὡς διὰ πλειόνων ἤδη κλήρων ἐκβε- “βιακότες τὸν ἀντίπαλον, καὶ περὶ τοῦ στεφάνου “τοῦ τὸν ἀγῶνα ἔχοντες, ὑπέφερον πάλιν τὰς “δους τῶν μαστίγων τὰς ἐκεῖσε εἰθισμένας, καὶ ἄπο τῶν θηρίων ἑλκηθμοὺς, καὶ πάνθ’ ὅσα μαινό- “μενος ὁ δῆμος ἄλλοι ἀλλαχόθεν ἐπεβόων καὶ ἐπεκε- λεύοντο, καὶ ἐπὶ πᾶσι τὴν σιδηρᾶν καθέδραν, ἐφ’ “ ἧς τηγανιζόμενα τὰ σώματα κνίσης αὐτοὺς ἐνεφόρει. “ οἶ δ’ οὐδ’ οὕτως ἔληγον, ἀλλ’ ἔτι καὶ μᾶλλον “ ἐξεμαίνοντο, βουλόμενοι νικῆσαι τὴν ἐκείνων ὑπο- “μονήν. καὶ οὐδ’ ὣς παρὰ Σάγκτου ἕτερόν τι ἤκου- “σαν παρ’ ἣν ἀπ’ ἀρχῆς εἴθιστο λέγειντῆς “φωνήν. οὗτοι μὲν οὖν, δι’ ἀγῶνος μεγάλου ἐπι- “πολὺ παραμενούσης αὐτῶν τῆς ψυχῆς, τοὔσχατον ‘ ἐτύθησαν διὰ τῆς ἡμέρας ἐκείνης, ἀντὶ πάσης τῆς “ἐν τοῖς μονομαχίοις ποικιλίας αὐτοὶ θέαμα “νοι τῷ κόσμῳ. ἡ δὲ Βλανδῖνα ἐπὶ ξύλου “σθεῖσα προύκειτο βορὰ τῶν εἰσβαλλομένων “ἣ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι διὰ τῆς εὐτόνου προσευχῆς πολλὴν προθυμίαν “τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἑ “τῷ ἀγῶνί καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς διὰ τῆς τὸν ὑπὲρ αὐτῶν ἐσταυρωμένον, ἔνα πείσῃ τοὺς “πιστεύοντας εἰς αὐτὸν, ὅτι πᾶς ὁ ὑπὲρ τῆς Χριστοῦ “δόξης παθὼν τὴν κοινωνίαν ἀεὶ ἔχει μετὰ τοῦ ζῶν- “τος θεοῦ. καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων “αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτὴν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, “ἔνα διὰ πλειόνων γυμνασμάτων νικήσασα τῷ μὲν ‘σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, “προτρέψηται δὲ τοὺς ἀδελφοὺς ἡ μικρὰ καὶ ἀσθενὴς “καὶ εὐκαταφρόνητος, μέγαν καὶ “ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιάσασα τὸν ἀντικείμενον, καὶ δι’ ἀγῶνος τὸν τῆς “ἀφθαρσίας στεψαμένη στέφανον. ὁ δὲ Ἄτταλος ‘καὶ αὐτὸς μεγάλως ἐξαιτηθεὶς ὑπὸ τοῦ ὄχλου καὶ γὰρ ἦν ὀνομαστός) ἕτοιμος εἰσῆλθεν ἀγωνιστὴς διὰ τὸ “εὐσυνείδητον, ἐπειδὴ γνησίως ἐν τῇ Χριστιανῇ συν- “τάξει γεγυμνασμένος ἦν, καὶ ἀεὶ μάρτυς ἐγεγόνει “παρ’ ἡμῖν ἀληθείας. καὶ περιαχθεὶς κύκλῳ τοὐ “ἀμφιθεάτρου, πίνακος αὐτὸν προάγοντος ἐν ᾧ ἐγέ- “γραπτο ‘οὗτός ἐστιν Ἄτταλος ὁ “νός᾿, καὶ τοῦ δήμου σφόδρα σφριγῶντος ἐπ’ αὐτῷ, ‘ μαθὼν ὁ ἡγεμὼν ὅτι Ῥωμαῖός ἐστιν, ἐκέλευσεν αὐτὸν ἀναληφθῆναι μετὰ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ “εἱρκτῇ ὄντων, περὶ ὧν ἐπέστειλε τῷ Καίσαρι, καὶ περιέμενε τὴν ἀπόφασιν τὴν ἀπ’ ἐκείνου. ὁ δὲ διὰ μέσου καιρὸς οὐκ ἀργὸς αὐτοῖς οὐδὲ ἄκαρπος ἐγίνετο, ἀλλὰ διὰ τῆς ὑπομονῆς αὐτῶν τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο Χριστοῦ. διὰ γὰρ τῶν ζώντων ἐζωοποιοῦντο τὰ νεκρὰ, καὶ μάρτυρες τοῖς μὴ μάρτυσιν ἐχαρίζοντο, καὶ ἐνεγίνετο πολλὴ χαρὰ τῇ παρθένῳ μητρὶ, οὓς ὡς νεκροὺς ἐξέτρωσε, τούτους ζῶντας τὰς ἀπολαμβανούσῃ. δι’ ἐκείνων γὰρ οἱ πλείους τῶν ἠρνημένων ἀνεμητροῦντο καὶ ἀνεκυίσκοντο καὶ “ἀνεζωπυροῦντο καὶ ἐμάνθανον ὁμολογεῖν, καὶ ζῶν- “τες ἤδη καὶ τετονωμένοι προσῄεσαν τῷ βήματι, ἐγ- “γλυκαίνοντος τοῦ τὸν μὲν θάνατον τοῦ ἁμαρτωλοῦ “μὴ βουλομένου, ἐπὶ δὲ τὴν μετάνοιαν χρηστευομένου “θεοῦ, ἵνα καὶ πάλιν ἐπερωτηθῶσιν ὑπὸ τοῦ ἡγεμό- “νος. ἐπιστείλαντος γὰρ τοὐ Καίσαρος τοὺς μὲν “ἀποτυμπανισθῆναι, εἰ δέ τινες ἀρνοῖντο, τούτους “ἀπολυθῆναι, τῆς ἐνθάδε πανηγύρεως (ἔστι δὲ αὕτη “πολυάνθρωπος ἐκ πάντων τῶν ἐθνῶν συνερχομένων “εἰς αὐτήν) ἀρχομένης συνεστάναι ἀνῆγεν ἐπὶ τὸ “βῆμα θεατρίζων τοὺς μακαρίους καὶ ἐμπομπεύων “τοῖς ὄχλοις. διὸ καὶ πάλιν ἀνήταζε, καὶ ὅσοι μὲν “ἐδόκουν πολιIείαν ῾Ρωμαίων ἐσχηκέναι, τούτων ἀπέ- “τεμνε τὰς κεφαλὰς, τοὺς δὲ λοιποὺς ἔπεμπεν εἰς “θηρία. ἐδοξάζετο δὲ μεγάλως ὁ Χριστὸς ἐπὶ τοῖς “πρότερον ἀρνησαμένοις, τότε παρὰ τὴν τῶν ἐθνῶν “ὑπόνοιαν ὁμολογοῦσι. καὶ γὰρ ἰδία̣ οὗτοι ἀνητά- “ζοντο, ὡς δῆθεν ἀπολυθησόμενοι, καὶ ὁμολογοῦντες “προσετίθεντο τῷ τῶν μαρτύρων κλήρῳ. ἔμειναν δὲ ἔξω οἱ μηδὲ ἴχνος πώποτε πίστεως, μηδὲ αἴσθησιν “ἐνδύματος νυμφικοῦ, μηδὲ ἔννοιαν φόβου θεοῦ “σχόντες ,ἀλλὰ καὶ διὰ τῆς ἀναστροφῆς αὐτῶν βλασ- “φημοῦντες τὴν ὁδὸν, ιουτέστιν οἱ υἱοὶ τῆς ἀπω- “λείας. οἱ δὲ λοιποὶ πάντες τῇ ἐκκλησίᾳ προσετέ- “θησαν, ὧν καὶ ἀνεταομἐνων Ἀλέξανδρός τις, Φρὺξ “μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιοτήμην, πολλοῖς “αἔτεσιν ἐν ταῖς Γαλλίαις διατρίψας, καὶ γνωστὸς “σχεδὸν πᾶσι διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην καὶ “παρρησίαν τοῦ λόγου (ἦν γὰρ καὶ οὐκ ἄμοιρος ἀπο- “στολικοῦ χαρίσματος), παρεστὼς τῷ βήματι, καὶ “νεύματι προτρέπων αὐτοὺς πρὸς τὴν ὁμολογίαν, “φανερὸς ἦν τοῖς περιεστηκόσι τὸ βῆμα ὥσπερ ὠδί- νῶν. ἀγανακτήσαντες δὲ οἱ ὄχλοι ἐπὶ τῷ τοὺς ·‘πρότερον ἠρνημένους αὖθις ὁμολογεῖν κατεβόησαν τοῦ Ἀλεξάνδρου, ὡς ἐκείνου τοῦτο ποιοῦντος. καὶ ἐπιστήσαντος τοῦ ἡγεμόνος καὶ ἀνετάσαντος αὐτὸν ὅστις εἴη, τοὐ δὲ φήσαντος ὅτι Χριστιανὸς, ἐν ὀργῇ ‘γενόμενος κατέκρινεν αὐτὸν πρὸς θηρία, καὶ τῇ ἐπιούσῃ εἰσῆλθε μετὰ καὶ τοῦ Ἀττάλου. καὶ γὰρ καὶ τὸν Ἄτταλον τῷ ὄχλῳ χαριζόμενος ὁ ἡγεμὼν ἐξέδωκε πάλιν πρὸς θηρία. οἱ· καὶ διὰ πάντων διελθόντες “ἐν τῷ ἀμφιθεάτρῳ τῶν πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, καὶ μέγιστον ὑπομείναντες ἀγῶνα, τοὔσχατον ἐτύθησαν καὶ αὐτοὶ, τοῦ μὲν Ἀλεξάνδρου μήτε στενάξαντος μήτε γρύξαντός τι ὅλως, ἀλλὰ κατὰ καρδίαν ὁμιλοῦντος τῷ θεῷ. ὁ δὲ Ἄτταλος, ὁπότε ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσα ἀνεφέρετο, ἔφη πρὸς τὸ πλῆθος τῇ ‘Pωμαἰ·κῇ φωνῇ ῾ “ἐστιν ἀνθρώπους ἐσθίειν, ὃ ποιεῖτε ὑμεῖς· ἡμεῖς δὲ οὔτε ἀνθρώπους ἐσθίομεν οὔθ’ ἕτερόν τι πονηρὸν πράττομεν.’ ἐπερωτώμενος δὲ τί ὄνομα ἔχει ὁ θεὸς, ἀπεκρίθη ‘ ὁ θεὸς ὄνομα οὐκ ἔχει ὡς ἄνθρωπος. ἐπὶ πάσι δὲ τούτοις τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχίων ἡ Βλανδῖνα πάλιν εἰσεκομίζετο μετὰ καὶ Ποντικοῦ παιδαρίου ὡς πεντεκαίδεκα ἐτῶν, οἱ καὶ καθ’ ἡμέραν εἰσήγοντο πρὸς τὸ βλέπειν τὴν τῶν λοιπῶν κόλασιν, καὶ ἠναγκάζοντο ὀμνύναι κατὰ τῶν εἰδώλων αὐτῶν. καὶ διὰ τὸ ἐμμένειν εὐσταθῶς καὶ ἐξουθενεῖν αὐτοὺς ἠγριώθη πρὸς αὐτοὺς τὸ πλῆθος, ὡς μήτε τὴν ἡλικίαν τοῦ παιδὸς οἰκτεῖραι μήτε τὸ γύναιον αἰδεσθῆναι. πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς, καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι, “ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι· ὁ μὲν γὰρ Πον- “τικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ “ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στη- “ρίζουσα αὐτὸν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας “ἀπέδωκε τὸ πνεῦμα. ἡ δὲ μακαρία Βλανδῖνα “πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμή- “σασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς “τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ “τῶν παίδων ἀγωνίσματα, ἔσπευδε πρὸς αὐτοὺς χαί- “ρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμ- “φικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία “βεβλημένη. καὶ μετὰ τὰς μάστιγας, μετὰ τὰ “θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γυργαθὸν “βληθεῖσα ταύρῳ παρεβλήθη, καὶ ἱκανῶς ἀναβλη- “θεῖσα πρὸς τοῦ ζῴου, μηδὲ αἴσθησιν ἔτι τῶν συμ- “βαινόντων ἔχουσα διὰ τὴν ἐλπίδα καὶ ἐποχὴν τῶν “πεπιστευμένων καὶ ὁμιλίαν πρὸς Χριστὸν, ἐτύθη “καὶ αὐτὴ, καὶ αὐτῶν ὁμολογούντων τῶν ἐθνῶν ὅτι “μηδεπώποτε παρ᾿ αὐτοῖς γυνὴ τοιαῦτα καὶ τοσαῦτα “ἔπαθεν. ἀλλ᾿ οὐδ᾿ οὕτως κόρον ἐλάμβανεν αὐτῶν “ἡ μανία καὶ ἡ πρὸς τοὺς ἁγίους ὠμότης. ὑπὸ γὰρ “ἀγρίου θηρὸς ἄγρια καὶ βάρβαρα φῦλα ταραχθέντα “δυσπαύστως εἶχε, καὶ ἄλλην ἰδίαν ἀρχὴν ἐπὶ τοῖς “σώμασιν ἐλάμβανεν ἡ ὕβρις αὐτῶν. τὸ γὰρ “νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει, διὰ τὸ μὴ ἔχειν “ἀνθρώπινον ἐπιλογισμὸν, μᾶλλον δὲ καὶ ἐξέκαιεν “αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμό- “νος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπι- “δεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ ῾ὁ ἄνο- “μος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι.᾿ 29 Dan. 4,2,10. Apoc. 22, 11. “ καὶ γὰρ τοὺς ἐναποπνιγέντας ἐν τῇ εἱρκτῇ παρέβαλλον “κυσὶν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ “καὶ μεθ’ ἡμέραν, μὴ κηδευθῇ τις ὑφ’ ἡμῶν, καὶ “τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ “πυρὸς λείψανα, τῇ μὲν ἐσπαραγμένα , πῆ δὲ ἠν— “θρακευμἐνα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς “ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον “μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς. “ καὶ οἱ μὲν ἐνεβριμῶντο καὶ ἔβρυχον τοὺς ὀδόντας “ἐπ’ αὐτοῖς, ζητοῦντές τινα περισσοτέραν ἐκδίκησιν “παρ’ αὐτῶν λαβεῖν, οἱ δὲ ἐνεγέλων καὶ ἐπετώθαζον, “μεγαλύνοντες ἅμα τὰ εἴδωλα αὐτῶν, καὶ ἐκείνοις “προσάπτοντες τὴν τούτων τιμωρίαν, οἱ δὲ ἐπιεικέστεροι “καὶ κατὰ ποσὸν συμπαθεῖν δοκοῦντες ὡνείδιζον “πολὺ λέγοντες ποῦ ὁ θεὸς αὐτῶν, καὶ τί αὐτοὺς “τοὺς ὤνησεν ἡ θρησκεία, ἣν καὶ πρὸ τῆς ἑαυτῶν “εἵλοντο ψυχῆς; καὶ τὰ μὲν ἀπ’ ἐκείνων τοιαύτην “εἶχε τὴν ποικιλίαν, τὰ δὲ καθ’ ἡμᾶς ἐν μεγάλῳ “καθειστήκει πένθει, διὰ τὸ μὴ δύνασθαι τὰ σώματα “κρύψαι τῇ γῇ. οὔτε γὰρ νὺξ συνεβάλλετο ἡμῖν πρὸς “τοῦτο οὔτε ἀργύρια ἔπειθεν οὔτε λιτανεία ἐδυσώπει, “παντὶ δὲ τρόπῳ παρετήρουν, ὡς μέγα τι κερδανουντες, “εἰ μὴ τύχοιεν ταφῆς.” τούτοις ἑξῆς “μεθ’ ἕτερά φασι “τὰ οὖν σώματα τῶν μαρτύρων “παραδειγματισθέντα καὶ αἰθαλωθέντα ἐπὶ “ἡμέρας ἓξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ “τῶν ἀνόμων κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμὸν “πλησίον παραρρέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν “φαίνηται ἐπὶ τῆς γῆς ἔτι. καὶ ταῦτ’ ἔπραττον “ὡς δυνάμενοι νικῆσαι τὸν θεὸν καὶ ἀφελέσθαι αὐτῶν “τῶν τὴν παλιγγενεσίαν, ἔνα, ὡς ἔλεγον ἐκεῖνοι, “μηδὲ ἐλπίδα σχῶσιν ἀναστάσεως, ἐφ’ ᾗ πεποιθότες “ξένην τινὰ καὶ καινὴν ἡμῖν εἰσάγουσι θρησκείαν, “καὶ καταφρονοῦσι τῶν δεινῶν, ἕτοιμοι καὶ “χαρᾶς ἥκοντες ἐπὶ τὸν θάνατον· νῦν ἴδωμεν εἰ ἀναστήσονται, “καὶ εἰ δύναται βοηθῆσαι αὐτοῖς ὁ θεὸς αὐτῶν, καὶ ἐξελέσθαι ἐκ τῶν χειρῶν ἡμῶν.” [Nic. H. E. IV, 18] Τοιαῦτα καὶ τὰ κατὰ τὸν δεδηλωμένον αὐτοκράτορα ταῖς Χριστοῦ συμβέβηκεν ἐκκλησίαις, ἀφ’ ὧν καὶ τὰ ἐν ταῖς λοιπαῖς ἐπαρχίαις ἐνηργημένα εἰκότι λογισμῷ στοχάζεσθαι πάρεστιν. ἄξιον τούτοις ἐκ τῆς αὐτῆς ἐπισυνάψαι γραφῆς λέξεις ἑτέρας, δι’ ὧν καὶ τὸ ἐπιεικὲς καὶ φιλάνθρωπον τῶν δεδηλωμένων μαρτύρων ἀναγέγραπται τούτοις αὐτοῖς τοῖςρήμασιν “οἳ καὶ ἐπὶ τοσοῦτον ζηλωταὶ καὶ μιμηταὶ Χριστοῦ ἐγένοντο, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ὥστε ἐν τοιαύτῃ δόξῃ ὑπάρχοντες, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πολλάκις μαρτυρήσαντες, καὶ ἐκ θηρίων αὖθις ἀναληφθέντες, καὶ τὰ καυτήρια καὶ τοὺς μώλωπας καὶ τὰ τραύματα ἔχοντες περικείμενα, οὔτ’ αὐτοὶ μάρ- “τυρας ἑαυτοὺς ἀνεκήρυττον οὔτε μὴν ἡμῖν τούτῳ τῷ ὀνόματι προσαγορεύειν αὐτοὺς, ἀλλ’ εἴ ποτέ τις ἡμῶν δι’ ἐπιστολῆς ἢ διὰ λόγου μάρτυρας αὐτοὺς προσεῖπεν, ἐπέπλησσον πικρῶς. ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ μάρτυρι καὶ πρωτοτόκῳ τῶν νεκρῶν καὶ ἀρχηγῷ τῆς ζωῆς τοὐ θεοῦ, καὶ ἐπεμιμνήσγοντο τῶν ἐξεληλυθότων ἤδη μαρτύρων καὶ ἔλεγον ἐκεῖνοι ἤδη μάρτυρες, οὓς ἐν τῇ ὁμολογίᾳ Χριστὸς ἠξίωσεν ἀναληφθῆναι, ἐπι- σφραγισάμενος αὐτῶν διὰ τῆς ἐξόδου τὴν μαρτυ- 13 Phil. 2, 6. “ρίαν, ἡμεῖς δὲ ὁμόλογοι μέτριοι καὶ ταπεινοί. καὶ “μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς, δεόμενοι “ἵνα ἐκτενεῖς εὐχαὶ γίνωνται πρὸς τὸ τελειωθῆναι “αὐτούς. καὶ τὴν μὲν δύναμιν τῆς μαρτυρίας ἔργῳ “ἐπεδείκνυντο, πολλὴν παρρησίαν ἄγοντες πρὸς πάντα “τὰ ἔθνη, καὶ τὴν εὐγένειαν διὰ τῆς ὑπομονῆς καὶ “ἀφοβίας καὶ ἀτρομίας φανερὰν ἐποίουν, τὴν δὲ πρὸς “τοὺς ἀδελφοὺς τῶν μαρτύρων προσηγορίαν παρῃτοῦντο, “ἐμπεπλησμένοι φόβου θεοὺ.” καὶ αὖθις “μετὰ βραχέα φασίν “ἐταπείνουν ἑαυτοὺς ὑπὸ τὴν “κραταιὰν χεῖρα, ὑφ’ ἧς ἱκανῶς νῦν εἰσιν ὑψωμένοι. “τότε δὲ πάσι μὲν ἀπελογοῦντο, κατηγόρουν δὲ οὐδενὸς, “ἔλυον μὲν ἅπαντας, ἐδέσμευον δὲ οὐδένα, καὶ “ὑπὲρ τῶν τὰ δεινὰ διατιθέντων ηὔχοντο, καθάπερ “Στέφανος ὁ τέλειος μάρτυς ‘κύριε, μὴ στήσῃς αὐτοῖς “τὴν ἁμαρτίαν ταύτην.· εἰ δ’ ὑπὲρ ἰῶν λιθαζόντων “ἐδέετο, πόσῳ μᾶλλον ὑπὲρ τῶν ἀδελφῶν; καὶ “αὖθίς φασι μεθ’ ἕτερα οὗτος γὰρ καὶ μέγιστος αὐτοῖς “πρὸς αὐτὸν ὁ πόλεμος έγἐνειο, διὰ τὸ γνήσιον “τῆς ἀγάπης, ἵνα ἀποπνιχθεὶς ὁ θὴρ, οὓς πρότερον “ᾤετο καταπεπωκέναι, ζῶντας ἐξεμέσῃ. οὐ γὰρ ἔλαβον “καύχημα κατὰ τῶν πεπτωκότων, ἀλλ’ ἐν οἷς “ἐπλεόναζον αὐτοὶ, τοῦτο τοῖς ἐνδεεστέροις ἐπήρκουν, “μητρικὰ σπλάγχνα ἔχοντες, καὶ πολλὰ περὶ αὐτῶν “ἐκχέοντες δάκρυα πρὸς τὸν πατέρα. ζωὴν ἠτήσαντο, “καὶ ἔδωκεν αὐτοῖς, ἢν καὶ συνεμερίσαντο “τοῖς πλησίον. κατὰ πάντων νικηφόροι πρὸς θεὸν “ἀπελθόντες, εἰρήνην ἀγαπήσαντες ἀεὶ, καὶ εἰρήνην “ἀεὶ παρεγγυήσαντες, μετ’ ειρηνης ἐχώρησαν πρὸς “θεὸν, μὴ καταλιπόντες πόνον τῇ μητρὶ, μηδὲ στάσιν 10 I Petri 5, 6. 15 Act. 7, 60. “καὶ πόλεμον τοῖς ἀδελφοῖς, ἀλλὰ χαρὰν καὶ εἰρήνην “καὶ ὁμόνοιαν καὶ ἀγάπην.” ταῦτα καὶ περὶ τῆς τῶν μακαρίων ἐκείνων πρὸς τοὺς παραπεπτωκότας τῶν ἀδελφῶν στοργῆς ὠφελίμως προσκείσθω, τῆς ἀπανθρώπου καὶ ἀνηλεοῦς ἕνεκα διαθέσεως τῶν μετὰ ταῦτα ἀφειδῶς τοῖς Χριστοῦ μέλεσι προσενηνεγμένων. [Nic. H. E. IV, 18] Ἡ δ᾿ αὐτὴ τῶν προειρημένων μαρτύρων γραφὴ καὶ ἄλλην τινὰ μνήμης ἀξίαν ἱστορίαν περιέχει, ἣν καὶ οὐδεὶς ἂν γένοιτο φθόνος μὴ οὐχὶ τῶν ἐντευξομένων εἰς γνῶσιν προσθεῖναι. ἔχει δὲ οὕτως. Ἀλκιβιάδου γάρ τινος ἐξ αὐτῶν, πάνυ αὐχμηρὸν βιοῦντος βίον, καὶ μηδενὸς ὅλως τὸ πρότερον μεταλαμβάνοντος, ἀλλ᾿ ἢ ἄρτῳ μόνῳ καὶ ὕδατι χρωμένου, πειρωμένου τε καὶ ἐν τῇ εἱρκτῇ οὕτω διάγειν, Ἀττάλῳ μετὰ τὸν πρῶτον ἀγῶνα, ὃν ἐν τῷ ἀμφιθεάτρῳ ἤνυσεν, ἀπεκαλύφθη, ὅτι μὴ καλῶς ποιοίη Ἀλκιβιάδης, μὴ χρώμενος τοῖς κτίσμασι τοὐ θεοῦ, καὶ ἄλλοις τύπον σκανδάλου ὑπολειπόμενος. πεισθεὶς δὲ ὁ Ἀλκιβιάδης πάντων ἀνέδην μετελάμβανε, καὶ ηὐχαρίστει τῷ θεῷ. οὐ γὰρ ἀνεπίσκεπτοι χάριτος θεοῦ ἦσαν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ἦν σύμβουλον αὐτοῖς. καὶ ταῦτα μὲν ὁ δὶ ἐχέτω. τῶν δ᾿ ἀμφὶ τὸν Μοντανὸν καὶ Ἀλκιβιάδην καὶ Θεόδοτον περὶ τὴν Φρυγίαν ἄρτι τότε πρῶτον τὴν περὶ τοῦ προφητεύειν ὑπόληψιν παρὰ πολλοῖς ἐκφερομένων (πλεπῖσται γὰρ οὖν καὶ ἄλλαι παραδοξοποιίαι τοῦ θείου χαρίσματος εἰσέτι τότε κατὰ διαφόρους ἐκκλησίας ἐκτελούμεναι πίστιν παρὰ πολλοῖς τοῦ κἀκείνους προφητεύειν παρεῖχον), καὶ δὴ διαφωνίας ὑπαρχούσης περὶ τῶν δεδηλωμένων, αὖθις οἱ κατὰ τὴν Γαλλίαν ἀδελφοὶ τὴν ἰδίαν κρίσιν καὶ περὶ τούτων εὐλαβῆ καὶ ὀρθοδοξοτάτην ὑποτάττουσιν, ἐκθέμενοι καὶ τῶν παρ᾿ αὐτοῖς τελειωθέντων μαρτύρων διαφόρους ἐπιστολὰς, ἃς ἐν δεσμοῖς ἔτι ὑπάρχοντες τοῖς ἐπ᾿ Ἀσίας καὶ Φρυγίας ἀδελφοῖς διεχάραξαν, οὐ μὴν ἀλλὰ καὶ Ἐλευθέρῳ τῷ τότε ῾Ρωμαίων ἐπισκόπῳ, τῆς τῶν ἐκκλησιῶν εἰρήνης ἕνεκεν πρεσβεύοντες. [Nic. H.E. IV, 13-15] Οἱ δ᾿ αὐτοὶ μάρτυρες καὶ τὸν Εἰρήναιον, πρεσβύτερον ἤδη τότ᾿ ὄντα τῆς ἐν Λουγδούνῳ παροικίας , τῷ δηλωθέντι κατὰ ῾Ρώμην ἐπισκόπῳ συνίστων, πλεῖστα τῷ ἀνδρὶ μαρτυροῦντες, ὡς αἱ τοῦτον ἔχουσαι τὸν τρόπον δηλοῦσι φωναί “χαίρειν ἐν θεῷ σε ἐν πᾶσιν εὐχόμεθα καὶ ἀεὶ, πάτερ “Ἐλεύθερε. ταῦτά σοι τὰ γράμματα προετρεψάμεθα “τὸν ἀδελφὸν ἡμῶν καὶ κοινωνὸν Εἰρηναῖον διακομίσαι, καὶ παρακαλοῦμεν ἔχειν σε αὐτὸν ἐν παραθέ- “σεῖ, ζηλωτὴν ὄντα τῆς διαθήκης Χριστοῦ. εἰ γὰρ “ᾔδειμεν, τόπον τινὶ δικαιοσύνην περιποιεῖσθαι, ὡς “πρεσβύτερον ἐκκλησίας, ὅπερ ἐστὶν ἐπ᾿ αὐτῷ, ἐν “πρώτοις ἂν παρεθέμεθα.” τί δεῖ καταλέγειν τὸν ἐν τῇ δηλωθείσῃ γραφῇ τῶν μαρτύρων κατάλογον, ἰδίᾳ μὲν τῶν ἀποτμήσει κεφαλῆς τετελειωμένων, ἰδίᾳ δὲ τῶν θηρσὶν εἰς βορὰν παραβεβλημένων, καὶ αὖθις τῶν ἐπὶ τῆς εἱρκτῆς κεκοιμημένων, τόν τε ἀριθμὸν τῶν εἰσέτι τότε περιόντων ὁμολογητῶν; ὅτῳ γὰρ φίλον, καὶ ταῦτα ῥᾴδιον πληρέστατα διαγνῶναι μετὰ χεῖρας ἀναλαβόντι τὸ σύγγραμμα, ὃ καὶ αὐτὸ τῇ τῶν μαρτυρίων ουναγωγῇ πρὸς ἡμῶν, ὡς γοῦν ἔφην, κατείλεκται. ἀλλὰ τὰ μὲν ἐπ᾿ Ἀντωνίνου τοιαῦτα. [Nic. H. E. ΙV, 12] Τούτου δὴ ἀδελφὸν Μάρ- κον Αὐρήλιον Καίσαρα λόγος ἔχει Γερμανοῖς καὶ Σαρ- μάταις ἀντιπαραταττόμενον μάχῃ δίψει πιεζομἐνης αὐτοῦ τῆς στρατιᾶς ἐν ἀμηχανίᾳ γενέοθαι, τοὺς δὲ ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶνος στρατιώτας διὰ πίστεως ἐξ ἐκείνου καὶ εἰς δεῦρο συνεστώσης ἐν τῇ πρὸς τοὺς πολεμίους παρατάξει γόνυ θέντας ἐπὶ γῆν κατὰ τὸ οἰκεῖον ἡμῖν τῶν εὐχῶν ἔθος ἐπὶ τὰς πρὸς θεὸν ἱκεσίας τραπέσθαι. παραδόξου δὲ τοῖς πολεμίοις τοὐ τοιούτου δὴ θεάματος φανέντος ἄλλο τι λόγος ἔχει παραδοξότερον ἐπικαταλαβεῖν αὐτίκα· σκηπτὸν μὲν εἰς φυγὴν καὶ ἀπώλειαν συνελαύνοντα τοὺς πολεμίους, ὄμβρον δὲ ἐπὶ τὴν τῶν τὸ θεῖον παρακεκληκότων στρατιὰν, πᾶσαν αὐτὴν ἐκ τοῦ δίψους μέλλουσαν ὅσον οὔπω διαφθείρεσθαι ἀνακτώμενον. ἡ δὲ ἱστορία φέρεται μὲν καὶ παρὰ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεῦσιν, οἶς μέλον γέγονε τῆς κατὰ τοὺς δηλουμένους γραφῆς, δεδήλωται δὲ καὶ πρὸς τῶν ἡμετέρων. ἀλλὰ τοῖς μὲν ἔξωθεν ἱστορικοῖς, ἅτε τῆς πίστεως ἀνοικείοις, τἐθειται μὲν τὸ παράδοξον, οὐ μὴν καὶ ταῖς τῶν ἡμετέρων εὐχαῖς τοῦτο ὡμολογήθη γεγονέναι· τοῖς δέ γε ἡμετέροις, ἅτε ἀληθείας φίλοις, ἁπλῷ καὶ ἀκακοήθει τρόπῳ τὸ πραχθὲν παραδέδοται. τούτων δ’ ἂν εἴη καὶ Ἀπολινάριος, ἐξ ἐκείνου φήσας τὴν δι’ εὐχῆς τὸ παράδοξον πεποιηκυῖαν λεγεῶνα οἰκείαν τῷ γεγονότι πρὸς τοῦ βασιλέως εἰληφέναι προσηγορίαν, κεραυνοβόλον τῇ Ῥωμαίων ἐπικληθεῖσαν φωνῇ. μάρτυς δὲ τούτων γένοιτ’ ἂν ἀξιόχρεως ὁ Τερτυλλιανὸς, τῇ Ρωμαϊκῇ συγκλήτῳ προσφωνήσας ὑπὲρ τῆς πίστεως ἀπολογίαν, ἧς καὶ πρόσθεν ἐμνημονεύσαμεν, τήν τε ἱστορίαν βεβαιῶν σὺν ἀποδείξει μείζονι καὶ ἐναργεστέρᾳ. γράφει δ’ οὖν καὶ αὐτὸς λέγων Μάρκου τοῦ συνετωτάτου βασιλέως ἐπιστολὰς εἰσέτι νῦν φέρεσθαι, 25 Tertull. Apol. 5. ἐν αἷς αὐτὸς μαρτυρεῖ ἐν Γερμανίᾳ ὕδατος ἀπορία μέλλοντα αὐτοῦ τὸν στρατὸν διαφθείρεσθαι ταῖς τῶν Χριστιανῶν εὐχαῖς σεσῶσθαι. τοῦτον δέ φησι καὶ θάνατον ἀπειλῆσαι τοῖς κατηγορεῖν ἡμῶν ἐπιχειροῦσιν. οἶς ὁ δηλωθεὶς ἀνὴρ καὶ ταῦτα προσεπιλέγει· ποταποὶ οὖν οἶ νόμοι οὗτοι, οἶς καθ’ ἡμῶν μόνον “ἕπονται ἀσεβεῖς, ἄδικοι, ὠμοί; οὑς οὔτε Οὐεσπα- “σιανὸς ἐφύλαξε, καίτοι γε Ἰουδαίους νικήσας, οὓς “Τραϊανὸς ἐκ μέρους ἐξουθένησε, κωλύων ἐπιζητεῖσθαι Χριστιανοὺς, οὓς οὔτε Ἀδριανὸς, καίτοι γε πάντα τὰ περίεργα πολυπραγμονῶν, οὔτε ὁ Εὐσε- ‘βὴς ἐπικληθεὶς ἐπεκύρωσεν.’ ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλῃ τιθέσθω, μετίωμεν δὲ ἡμεῖς ἐπὶ τὴν τῶν ἑξῆς ἀκολουθίαν. Ποθεινοῦ δὴ ἐφ’ ὅλοις τῆς ζωῆς ἔτεσιν ἐνενήκοντα σὺν τοῖς ἐπὶ Γαλλίας μαρτυρήσασι τελειωθέντος, Εἰρηναῖος τῆς κατὰ Λούγδουνον ἧς ὁ Ποθεινὸς ἡγεῖτο παροικίας τὴν ἐπισκοπὴν διαδέχεται. Πολυκάρπου δὲ τοῦτον ἀκουστὴν γενέσθαι κατὰ τὴν νέαν ἐμανθάνομεν ἡλικίαν. οὗτος τῶν ἐπὶ ῾Ρώμης τὴν διαδοχὴν ἐπισκόπων ἐν τρίτῃ συντάξει τῶν πρὸς τὰς αἱρέσεις παραθέμενος, εἰς Ἐλεύθερον, οὗ τὰ κατὰ τοὺς χρόνους ἡμῖν ἐξετάζεται, ὡσὰν δὴ κατ’ αὐτὸν σπουδαζομένης αὐτῷ τῆς γραφῆς, τὸν κατάλογον ἵστησι, γράφων ὧδε· [Nic. H. E. IV, 15] “Θεμελιώσαντες οὖν καὶ οἰκοδομήσαντες οἶ μακάριοι ἀπόστολοι τὴν ἐκκλησίαν Λίνῳ τὴν τῆς ἐπισκοπῆς λειτουργίαν ἐνεχείρισαν. τούτου τοῦ Λίνου Παῦλος ἐν ταῖς πρὸς Τιμόθεον ἐπιστολαῖς μέμνηται, διαδέχεται δὲ αὐτὸν Ανέγκλητος. μετὰ τοῦτον δὲ τρίτῳ τόπῳ ἀπὸ 25 Iren. III, 3, 3. p. 176. 29 II Tim. 4, 21. “τῶν ἀποστόλων τὴν ἐπισκοπὴν κληροῦται Κλήμης, ὁ “καὶ ἑωρακὼς τοὺς μακαρίους ἀποστόλους, καὶ συμ- “βεβληκὼς αὐτοῖς, καὶ ἔτι ἔναυλον τὸ κήρυγμα τῶν “ἀποστόλων καὶ τὴν παράδοσιν πρὸ ὀφθαλμῶν ἔχων, οὐ μόνος· ἔτι γὰρ πολλοὶ ὑπελείποντο τότε ὑπὸ τῶν “ἀποστόλων δεδιδαγμένοι. ἐπὶ τούτου οὖν τοῦ “Κλήμεντος στάσεως οὐκ ὀλίγης τοῖς ἐν Κορίνθῳ “γενομένης ἀδελφοῖς, ἐπέστειλεν ἡ ἐν ῾Ρώμῃ ἐκκλησία “ἱκανωτάτην γραφὴν τοῖς Κορινθίοις, εἰς εἰρήνην “συμβιβάζουσα αὐτοὺς, καὶ ἀνανεοῦσα τὴν πίστιν “αὐτῶν καὶ ἣν νεωστὶ ἀπὸ τῶν ἀποστόλων παρά- “δοσιν εἰλήφει.“ καὶ μετὰ βραχέα φησὶ “τὸν δὲ “Κλήμεντα τοῦτον διαδέχεται Εὐάρεστος, καὶ τὸν “Εὐάρεστον Ἀλέξανδρος. εἶθ᾿ οὕτως ἕκτος ἀπὸ τῶν “ἀποστόλων καθίσταται Ξύστὸς, μετὰ δὲ τοῦτον Τε- “λεσφόρος, ὃς καὶ ἐνδόξως ἐμαρτύρησεν· ἔπειτα Ὑγῖ- “νος, εἶτα Πίος, μεθ᾿ ὃν Ἀνίκητος. διαδεξαμένου “τὸν Ἀνίκητον Σωτῆρος νῦν δωδεκάτῳ τόπῳ τὸν τῆς “ἐπισκοπῆς ἀπὸ τῶν ἀποστόλων κατέχει κλῆρον Ἐλεύ- “θερος. τῇ αὐτῇ τάξει καὶ τῇ αὐτῇ διδαχῇ ἥ τε “ἀπὸ τῶν ἀποστόλων ἐν τῇ ἐκκλησίᾳ παράδοσις καὶ “τὸ τῆς ἀληθείας κήρυγμα κατήντηκεν εἰς ἡμᾶς.” [Nic. H. E. IV, 13] Ταῦτα ὁ Εἰρήναιος, ἀκουλούθως ταῖς προδιεξοδευθείσαις ἡμῖν ὑπογράψας ἱστορίαις ἐν οἷς ἐπέγραψε πέντε οὖσι τὸν ἀριθμὸν ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως, ἐν δευτέρῳ τῆς αὐτῆς ὑποθέσεως, ὅτι δὴ καὶ εἰς αὐτὸν ὑποδείγματα τῆς θείας καὶ παραδόξου δυνάμεως ἐν ἐκκλησίαις τισὶν ὑπολέλειπτο, διὰ τούτων ἐπισημαίνεται λέγων “τοσοῦτον δὲ ἀποδέουσι 30 Iren. II, 31, 2. p. 164. “τοῦ νεκρὸν ἐγείραι, καθὼς ὁ κύριος ἤγειρε καὶ “ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι “πολλάκις, διὰ τὸ ἀναγκαῖον τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας καὶ λιτανείας πολλῆς, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων.’’ καὶ αὖθίς φησι μεθ’ ἕτερα εἰ δὲ καὶ τὸν κύριον “φαντασιωδῶς τὰ τοιαῦτα πεποιηκέναι φήσουσιν, “ἐπὶ τὰ προφητικὰ ἀνάγοντες αὐτοὺς ἐξ αὐτῶν ἐπι- “δείξομεν πάντα οὕτως περὶ αὐτοῦ καὶ προειρῆσθαι “καὶ γεγονέναι βεβαίως, καὶ αὐτὸν μόνον εἶναι τὸν “υἱὸν τοῦ θεοῦ. διὸ καὶ ἐν τῷ ἐκείνου ὀνόματι οἶ “ἀληθῶς αὐτοῦ μαθηταὶ, παρ’ αὐτοῦ λαβόντες τὴν “χάριν, ἐπιτελοῦσιν ἐπ’ εὐεργεσίᾳ τῇ τῶν λοιπῶν “ἀνθρώπων, καθὼς εἷς ἕκαστος τὴν δωρεὰν εἴληφε παρ’ αὐτοῦ. οἶ μὲν γὰρ δαίμονας ἐλαύνουσι βεβαίως καὶ ἀληθῶς, ὥστε πολλάκις καὶ πιστεύειν ἐκείνους αὐτοὺς τοὺς καθαρισθέντας ἀπὸ τῶν πονηρῶν πνευμάτων καὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, οἶ δὲ καὶ πρόγνωσιν ἔχουσι τῶν μελλόντων καὶ ὀπτασίας καὶ ῥήσεις προφητικὰς, ἄλλοι δὲ τοὺς κάμνοντας διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἰῶνται καὶ ὑγιεῖς ἀποκαθιστᾶσιν. ἤδη δὲ, καθὼς ἔφαμεν, καὶ νεκροὶ ἠγέρθησαν, καὶ παρέμειναν σὺν ἡμῖν ἔτεσιν ἱκανοῖς. καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισματων, ὧν κατὰ παντὸς του κόσμου ἡ ἐκκλησία παρὰ θεοῦ λαβοῦσα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου ἑκάστης ἡμέρας ἐπ’ εὐεργεσίᾳ τῇ τῶν ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσά τινας μήτε ἐξαργυριζομένη· ὡς γὰρ 7 Iren. II, 32, 4. p. 166. “δωρεὰν εἴληφε παρὰ θεοῦ, δωρεὰν καὶ διακονεῖ. καὶ ἐν ἑτέρω δὲ τόπῳ ὁ αὐτὸς γράφει καθὼς καὶ “πολλῶν ἀκούομεν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ “τικὰ χαρίσματα ἐχόντων, καὶ παντοδαπαῖς λαλούν- “των διὰ τοῦ πνεύματος γλώσσαις, καὶ τὰ κρύφια “τῶν ἀνθρώπων εἰς φανερὸν ἀγόντων ἐπὶ τῷ καὶ τὰ μυστήρια τοῦ θεοῦ ἐκδιηγουμένων. ταῦτα καὶ περὶ τοῦ διαφορὰς χαρισμάτων μέχρι καὶ τῶν δηλουμένων χρόνων παρὰ τοῖς ἀξίοις διαμεῖναι. [Nic. H. E. IV, 14] Ἐπεὶ δὲ ἀρχόμενοι πραγματείας ὑπόσχεσιν πεποιήμεθα παραθήσεσθαι κατὰ καιρὸν εἰπόντες τὰς τῶν ἀρχαίων ἐκκλησιαστικῶν πρεσβυτέρων τε καὶ συγγραφέων φωνὰς, ἐν αἷς τὰς περὶ τῶν ἐνδιαθήκων γραφῶν εἰς αὐτοὺς κατελθούσας παραδόσεις γραφῇ παραδεδώκασι, τούτων δὲ καὶ ὁ Εἰρήναιος ἦν, φέρε καὶ τὰς αὐτοῦ παραθώμεθα λέξεις. καὶ πρώτας γε τὰς περὶ τῶν ἱερῶν εὐαγγελίων, οὕτως ἐχούσας ὁ μὲν δὴ Ματθαῖος ἐν τοῖς Ἑβραίοις τῇ ἰδίᾳ αὐτῶν διαλέκτῳ καὶ γραφὴν ἐξήνεγκεν εὐαγγελίου, τοῦ Πέτρου καὶ τοῦ Παύλου ἐν ‘Ρώμῃ εὐαγγελιζομένων καὶ θεμελιούντων τὴν ἐκκλησίαν. μετὰ δὲ τὴν τούτων ἔξοδον Μάρκος ὁ μαθητὴς καὶ ἑρμηνευτὴς Πέτρου καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυσσόμενα ἐγγράφως ἡμὶν παραδέ- “δωκε, καὶ Λουκᾶς δὲ, ὁ ἀκόλουθος ΠαύΑου, τὸ ὑπ’ ἐκείνου κηρυσσόμενον εὐαγγέλιον ἐν βίβλῳ κατέθετο. ἔπειτα Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, ὁ καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν, καὶ αὐτὸς ἐξέδωκε τὸ εὐαγγέλιον, ἐν Ἐφέσω τῆς Ἀσίας δια- “τρίβων.” ταῦτα μὲν οὖν ἐν τρίτῳ τῆς εἰρημένης 2 Iren. V, 6, 1. p. 299. 18 Iren. III, 1, 1. p. 174. ὑποθέσεως τῷ προδηλωθέντι εἴρηται. ἐν δὲ τῷ πέμπτῳ περὶ τῆς Ἰωάννου ἀποκαλύψεως καὶ τῆς ψήφου τῆς τοῦ ἀντιχρίστου προσηγορίας οὕτω διαλαμβάνει· “τούτων δὲ οὕτως ἐχόντων, καὶ ἐν πᾶσι δὲ τοῖς σπουδαίοις καὶ ἀρχαίοις ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου, καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν κατ᾿ ὄψιν τὸν Ἰωάννην καὶ τοῦ λόγου διδάσκοντος ἡμὰς ὅτι ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν τῶν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων ἐμφαίνεται.’’ καὶ ὑποκαταβὰς περὶ τοῦ αὐτοῦ φάσκει “ἡμεῖς οὖν οὐκ ‘ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου ἀποφαινόμενοι βεβαιωτικῶς. εἰ γὰρ ἔδει ἀναφανδὸν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος· κότος· οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἐωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεάς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.” ταῦτα καὶ περὶ τῆς ἀποκαλύψεως ἱστόρηται τῷ δεδηλωμένῳ. μέμνηται δὲ καὶ τῆς Ἰωάννου πρώτης ἐπιστολῆς, μαρτύρια ἐξ αὐτῆς πλεῖστα εἰσφέρων, ὁμοίως δὲ καὶ τῆς Πέτρου προτέρας. οὐ μόνον δὲ οἶδεν, ἀλλὰ καὶ ἀποδέχεται τὴν τοῦ Ποιμένος γραφὴν λέγων καλῶς οὑν εἶπενἡγραφὴ ἡ λέγουσα, πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς, ὁ τ’. πάντα κτίσας καὶ τὰ ἑξῆς. καὶ ῥητοῖς τοῖς δέ τισιν ἐκ τῆς Σολομῶνος Σοφίας κέχρηται, μονονουχὶ φάσκων· ὅρασις ’δε θεοῦ περιποιητικὴ ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. καὶ ἀπομνημονευμάτων δὲ ἀποστολικοῦ τινὸς πρεσβυτέρου, οὗ τοὔνομα σιωπῇ παραδέδωκε, μνημονεύει, ὢ 4 Iren. V, 30. 1. p. 328. 11 Iren. V, .30, 3. p. 330, 23 Iren. IV, 20, 2. p. 253. 27 Iren. IV 38, 3. p. 285. Conf. Sap. 6, 20. ἐξηγήσεις τε αὐτοῦ θείων γραφῶν παρατέθειται. ἔτι καὶ Ἰουστίνου τοὐ μάρτυρος καὶ Ἰγνατίου μνήμην πεποίηται, μαρτυρίαις αὖθις καὶ ἀπὸ τῶν τούτοις γραφέντων κεχρημένος. ἐπήγγελται δὲ αὐτὸς ἐκ τῶν Μαρκίωνος συγγραμμάτων ἀντιλέξειν αὐτῷ ἐν ἰδίῳ σπουδάσματι. καὶ περὶ τῆς κατὰ τοὺς ἑβδομήκοντα ἑρμηνείας τῶν θεοπνεύστων γραφῶν ἄκουε οἷα κατὰ λέξιν γράφει ὁ θεὸς οὖν ἄνθρωπος ἐγένετο, καὶ αὐτὸς κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον· ἀλλ’ οὐχ ὡς ἔνιοι φασι τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφὴν ‘ ἴδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν᾿, ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος, καὶ Ἀκύλας ὁ Ποντικὸς, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι, οἷς κατακολουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγενῆσθαι φάσκουσι.’’ τούτοις ἐπιφέρει μετὰ βραχέα λέγων πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατε- ‘χόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν “ὑπ᾿ αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλε- “ξανδρείᾳ κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν, ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλημένας τὰς γραφάς. οἱ δὲ ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε) τοὺς παρ’ αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ ἀμφοτέρων τῶν διαλέκτων, ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσοντας τοῦθ’ ὅπερ ἠβούλετο ὁ δὲ ἰδέᾳ πεῖραν αὐτῶν λαβεῖν θελή- 1 Iren. V, 33, 3. p. 333. IV, 6, 2. p. 233. V, 28, 4. p. 327. I, 27, 4. p. 106. III, 21, 1 et 2. p. 215. 12 les. 7,14. “σας, εὐλαβηθείς τε μή τι ἄρα συνθέμενοι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλή- “θειαν, χωρίσας αὐτοὺς ἀπ’ ἀλλήλων ἐκέλευσε πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτο ἐπὶ πάντων τῶν βιβλίων ἐποίησε. συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ, καὶ “συναντιβαλλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, “ὁ μὲν θεὸς ἐδοξάσθη, αἶ δὲ γραφαὶ ὄντως “ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λἐ- “ξεσι καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ’ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη “γνὠναι ὅτι κατ’ ἐπίπνοιαν τοῦ θεοῦ εἰσιν ἡρμηνευμέναι αἶ γραφαί. καὶ οὐδέν γε θαυμαστὸν τοῦτο ἐνηργηκέναι τὸν θεὸν, ὅς γε καὶ ἐν τῇ ἐπὶ Ναβουχοδονόσορ αἰχμαλωσίᾳ τοῦ λαοῦ, διαφθαρεισῶν σῶν τῶν γραφῶν, καὶ μετὰ ἑβδομήκοντα ἔτη τῶν Ἰουδαίων ἀνελθόντων εἰς τὴν χώραν αὐτῶν, ἔπειτα ἐν τοῖς χρόνοις Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως ἐνέπνευσεν Ἔσδρᾳ τῷ ἱερεῖ ἐκ τῆς φυλῆς Λευὶ, τοὺς “τῶν προγεγονότων προφητῶν πάντας ἀνατάξασθαι λόγους, καὶ ἀποκαταστῆσαι τῷ λαῷ τὴν διὰ Μωυσέως νομοθεσίαν.’’ τοσαῦτα ὁ Εἰρήναιος. [Nic. H. E. IV, 19] Ἐννέα δὲ καὶ δέκα ἔτεσι τῇ βασιλείᾳ διαρκέσαντος Ἀντωνίνου, Κόμοδος τὴν ἡγεμονίαν παραλαμβάνει, οὗ κατὰ τὸ πρῶτον ἔτος τῶν κατ’ Ἀλεξάνδρειαν ἐκκλησιῶν Ἰουλιανὸς ἐγχειρίζεται τὴν ἐπισκοπὴν, ἐπὶ δυοκαίδεκα ἔτεσιν Ἀγριππίνου τὴν λειτουργίαν ἀναπλήσαντος. [Nic. H. E. IV, 32] Ἡγεῖτο δὲ τηνικαῦτα τῆς τῶν πιστῶν αὐτόθι διατριβῆς τῶν ἀπὸ παιδείας ἀνὴρ ἐπιδοξότατος, ὄνομα αὐτῷ Πάνταινος, ἐξ ἀρχαίου ἔθους διδασκαλείου τῶν ἱερῶν λόγων παρ’ αὐτοῖς συνεστῶτος, ὃ καὶ εἰς ἡμᾶς παρατείνεται, καὶ πρὸς τῶν ἐν λόγῳ καὶ τῇ περὶ τὰ θεῖα σπουδῇ δυνατῶν συγκροτεῖσθαι παρειλήφαμεν. ἐν δὲ τοῖς μάλιστα κατ᾿ ἐκεῖνο καιροῦ διαλάμψαι λόγος ἔχει τὸν δεδηλωμένον, οἷα καὶ ἀπὸ φιλοσόφου ἀγωγῆς τῶν καλουμένων Στωϊκῶν ὁρμώμενον. τοσαύτην δ᾿ οὖν φασιν αὐτὸν ἐκθυμοτάτῃ διαθέσει προθυμίαν περὶ τὸν θεῖον λόγον ἐνδείξασθαι ὡς καὶ κήρυκα τοῦ κατὰ Χριστὸν εὐαγγελίου τοῖς ἐπ᾿ ἀνατολῆς ἔθνεσι ἀναδειχθῆναι, μέχρι καὶ τῆς Ἰνδῶν στειλάμενον γῆς. ἦσαν γὰρ, ἦσαν εἰσέτι τότε πλείους εὐαγγελισταὶ τοῦ λόγου, ἔνθεον ζῆλον ἀποστολικοῦ μιμήματος συνεισφέρειν ἐπ᾿ αὐξήσει καὶ οἰκοδομῇ τοῦ θείου λόγου προμηθούμενοι ὧν εἷς γενόμενος καὶ ὁ Πάνταινος καὶ εἰς Ἰνδοὺς ἐλθεῖν λέγεται, ἔνθα λόγος εὑρεῖν αὐτὸν προφθάσαν τὴν αὐτοῦ παρουσίαν τὸ κατὰ Ματθαῖον εὐαγγέλιον παρά τισιν αὐτόθι τὸν Χριστὸν ἐπεγνωκόσιν, οἷς Βαρθολομαῖον τῶν ἀποστόλων ἕνα κηρῦξαι, αὐτοῖς τε Ἑβραίων γράμμασι τὴν τοῦ Ματθαίου καταλεῖψαι γραφὴν, ἣν καὶ σώζεσθαι εἰς τὸν δηλούμενον χρόνον. ὅ γε μὴν Πάνταινος ἐπὶ πολλοῖς κατορθώμασι τοῦ κατ᾿ Ἀλεξάνδρειαν τελευτῶν ἡγεῖται διδασκαλείου, ζώσῃ φωνῇ καὶ διὰ συγγραμμάτων τοὺς τῶν θείων δογμάτων θησαυροὺς ὑπομνηματιζόμενος. [Νic. H. E. IV, 33.] Κατὰ τοῦτον ταῖς θείαις γραφαῖς συνασκούμενος ἐπ᾿ Ἀλεξανδρείας ἐγνωρίζετο Κλήμης, ὁμώνυμος τῷ πάλαι τῆς ῾Ρωμαίων ἐκκλησίας ἡγησαμένῳ φοιτητῇ τῶν ἀποστόλων. ὃς δὴ καὶ ὀνομαστὶ ἐν αἷς συνέταξεν Ὑποτυπώσεσιν ὡσὰν διδασκάλου τοῦ Πανταίνου μέμνηται, τοῦτόν τε αὐτὸν καὶ τῶν Στρωματέων ἐν πρώτῳ συγγράμματι αἰνίτ- τεσθαί μοι δοκεῖ, ὅτε τοὺς ἐμφανεστέρους ἧς κατείληφεν ἀποστολικῆς διαδοχῆς ἐπισημαινόμενος ταῦτά φησιν “ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία, ἀλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων ὧν “κατηξιώθην ἐπακοῦσαι λόγων τε καὶ ἀνδρῶν “ρίων καὶ τῷ ὄντι ἀξιολόγων. τούτων ὁ μὲν τῆς Ἑλλάδος, ὁ Ἰωνικὸς, ὁ δὲ ἐπὶ τῆς μεγάλης Ἑλλάδος, τῆς Κοίλης ἅτερος αὐτῶν Συρίας ἦν, ὁ “δὲ ἀπ’ Αἰγύπτου, ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολὴν, ταύτης ὁ μέν τις τῶν Ἀσσυρίων, ὁ δὲ ἐν τῇ Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν. ὑστάτῳ δὲ περιτυχὼν δυνάμει δὲ ἄρα πρῶτος ἦν) ἀνεπαυσάμην, ἐν Αἰγύπτῳ θηράσας λεληθότα ἀλλ’ οἶ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σώζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου καὶ Ἰακώβου, Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεξάμενος ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς, τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα.” [Nic. H. E. IV, 19] Ἐπὶ τούτων τῆς Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπος ὁ παρὰ πολλοῖς εἰσέτι νῦν βεβοημένος Νάρκισσος ἐγνωρίζετο, πεντεκαιδεκάτην ἄγων διαδοχὴν ἀπὸ τῆς τῶν Ἰουδαίων κατὰ Ἀδριανὸν πολιορκίας, ἐξ οὐ δὴ πρῶτον τὴν αὐτόθι ἐκκλησίαν ἐξ ἐθνῶν συστῆναι μετὰ τοὺς ἐκ περιτομῆς, καθηγήσασθαί τε αὐτῶν πρῶτον ἐξ ἐθνῶν ἐπίσκοπον Μάρκον ἐδηλώσαμεν. μεθ’ ὃν ἐπισκοπεῦσαι Κασσιανὸν αἶ τῶν αὐτόθι διαδοχαὶ περιέ- 3 Clem. Strom. 1, 1. p. 322. χοῦσι, καὶ μετὰ τοῦτον Πούπλιον, εἶτα Μάξιμον, καὶ ἐπὶ τούτοις Ἰουλιανὸν, ἔπειτα Γάϊον, μεθ’ ὃ Σύμμαχον, καὶ Γάϊον ἕτερον, καὶ πάλιν ἄλλον Ἰουλιανὸν, Καπίτωνά τε πρὸς τούτοις καὶ Οὐάλεντα καὶ Δολιχιανὸν, καὶ ἐπὶ πᾶσι τὸν Νάρκισσον, τριακοστὸ ἀπὸ τῶν ἀποστόλων κατὰ τὴν τῶν ἑξῆς διαδοχὴ γεγενημένον. [Nic. H. E. IV, 29] Ἐν τούτῳ καὶ Ῥόδων, γένος τῶν Ἀσίας, μαθητευθεὶς ἐπὶ Ῥώμης, ὡς αὐτὸς ἱστορεῖ, Τατιανῷ, ὃν ἐκ τῶν πρόσθεν ἔγνωμεν, διάφορα συντάξας βιβλία, μετὰ τῶν λοιπῶν καὶ πρὸς τὴν Μαρκίωνος παρατέτακται αἵρεσιν· ἣν καὶ εἰς διαφόρους γνώμας κατ’ αὐτὸν διαστᾶσαν ἱστορεῖ, τοὺς τὴν διάστασιν ἐμπεποιηκότας ἀναγράφων, ἐπ’ ἀκριβές τε τὰς παρ’ ἑκάστῳ τούτων ἐπινενοημένας διελέγχων ψευδολογίας. ἄκουε δ’ οὖν καὶ αὐτοῦ ταῦτα γράφοντος διὰ τοῦτο καὶ παρ’ ἑαυτοῖς ἀσύμφωνοι γεγόνασιν, ἀσυστάτου γνώμης ἀντιποιούμενοι. “ἀπὸ γὰρ τῆς τούτων ἀγέλης Ἀπελλῆς μὲν, ὁ τῇ πο- “λιτείᾳ σεμνυνόμενος καὶ τῷ γήρᾳ, μίαν ἀρχὴν τὰς δὲ προφητείας ἐξ ἀντικειμένου λέγει πνεύματος, πειθόμενος ἀποφθέγμασι παρθένου δαιμονώσης, ὄνομα Φιλουμένης. ἕτεροι δὲ, καθὼς καὶ αὐτὸς ὁ ναύτης Μαρκίων, δύο ἀρχὰς εἰσηγοῦνται· “ἀφ᾿ ὧν εἰσι Ποτίτός τε καὶ Βασιλικός. καὶ οὗτοι ‘·μὲν κατακολουθήσαντες τῷ Ποντικῷ λύκῳ, καὶ μὴ εὑρίσκοντες τὴν διαίρεσιν τῶν πραγμάτων, ὡς οὐδὲ. ἐκεῖνος, ἐπὶ τὴν εὐχέρειαν ἐτράποντο, καὶ δύο ἀρχὰς ἀπεφήναντο ψιλῶς καὶ ἀναποδείκτως. ἄλλοι δὲ πάλιν ἀπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες οὐ μό- “νον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις, ὧν “ἐστιν ἀρχηγὸς καὶ προστάτης Σύνερως, καθὼς οἶ τὸ “διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσι.” γράφει δὲ ὁ αὐτὸς ὡς καὶ εἰς λόγους ἐληλύθοι τῷ Ἀπελλῇ, φάσκων οὕτως “ὁ γὰρ γέρων Ἀπελλῆς συμ- “μίξας ἡμῖν πολλὰ μὲν κακῶς λέγων ἠλέγχθη, ὅθεν “καὶ ἔφασκε μὴ δεῖν ὅλως ἐξετάζειν τὸν λόγον, ἀλλ᾿ “ἕκαστον, ὡς πεπίστευκε, διαμένειν. σωθήσεσθαι “γὰρ τοὺς ἐπὶ τὸν ἐσταυρωμένον ἠλπικότας ἀπεφαί- “νετο, μόνον ἐὰν ἐν ἔργοις ἀγαθοῖς εὑρίσκωνται. τὸ “δὲ πάντων ἀσαφέστατον ἐδογματίζετο αὐτῷ πρᾶγμα, “καθὼς προειρήκαμεν, τὸ περὶ τοῦ θεοῦ. ἔλεγε μὲν “γὰρ μίαν ἀρχὴν καθὼς καὶ ὁ ἡμέτερος λόγος.” εἶτα προθεὶς αὐτοῦ πᾶσαν τὴν δόξαν ἐπιφέρει φάσκων “λέγοντος δέ μου πρὸς αὐτὸν ῾πόθεν ἡ ἀπό- “δειξις αὕτη σοι, ἢ πῶς δύνασαι λέγειν μίαν ἀρχὴν, “φράσον ἡμῖν᾿ ἔφη τὰς μὲν προφητείας ἑαυτὰς ἐλέγ- “χειν, διὰ τὸ μηδὲν ὅλως ἀληθὲς εἰρηκέναι· ἀσύμφω- “νοι γὰρ ὑπάρχουσι καὶ ψευδεῖς καὶ ἑαυταῖς ἀντι- “κείμεναι. τὸ δὲ πῶς ἐστι μία ἀρχὴ μὴ γινώσκειν “ἔλεγεν, οὕτω δὲ κινεῖσθαι μόνον. εἶτ᾿ ἐπομοσα- “μένου μου τἀληθὲς εἰπεῖν, ὤμνυεν ἀληθεύων λέ- ‘’γειν, μὴ ἐπίστασθαι πῶς εἷς ἐστιν ἀγέννητος θεὸς, “τοῦτο δὲ πιστεύειν. ἐγὼ δὲ γελάσας κατέγνων αὐτοῦ, “διότι διδάσκαλος εἶναι λέγων οὐκ ᾔδει τὸ διδασκό- “μενον ὑπ᾿ αὐτοῦ κρατύνειν.” ἐν τῷ αὐτῷ δὲ συγγράμματι Καλλιστίωνι προσφωνῶν ὁ αὐτὸς μεμαθητεῦσθαι ἐπὶ ῾Ρώμης Τατιανῷ ἑαυτὸν ὁμολογεῖ. φησὶ δὲ καὶ ἐσπουδάσθαι τῷ Τατιανῷ προβλημάτων βιβλίον, δι᾿ ὧν τὸ ἀσαφὲς καὶ ἐπικεκρυμμένον τῶν θείων γραφῶν παραστήσειν ὑποσχομένου τοῦ Τατιανοῦ αὐτὸς ὁ ῾Ρόδων ἐν ἰδίῳ συγγράμματι τὰς τῶν ἐκείνου προβλημάτων ἐπιλύσεις ἐκθήσεσθαι ἐπαγγέλλεται. φέρεται δὲ τοῦ αὐτοῦ καὶ εἰς τὴν ἑξαήμε- ρον ὑπόμνημα. ὅ γέ τοι Ἀπελλῆς οὗτος μυρία κατὰ τοῦ Μωυσέως ἠσέβησε νόμου, διὰ πλειόνων συγγραμμάτων τοὺς θείους βλασφημήσας λόγους, εἰς ἔλεγχόν τε, ὥς γε δὴ ἐδόκει, καὶ ἀνατροπὴν αὐτῶν οὐ μικρὰν πεποιημένος σπουδήν. ταῦτα μὲν οὖν περὶ τούτων. [Nic. H. E. IV, 20] Μισόκαλός γε μὴν ἐς τὰ μάλιστα καὶ φιλοπόνηρος ὢν ὁ τῆς ἐκκλησίας τοῦ θεοῦ πολέμιος, μηδένα τε μηδαμῶς τῆς κατὰ τῶν ἀνθρώπων ἀπολιπὼν ἐπιβουλῆς τρόπον, αἱρέσεις ξένας αὖθις ἐπιφύεσθαι κατὰ τῆς ἐκκλησίας ἐνήργει, ὧν οἱ μὲν ἰοβόλων δίκην ἑρπετῶν ἐπὶ τῆς Ἀσίας καὶ Φρυγίας εἷρπον, τὸν μὲν παράκλητον Μοντανὸν, τὰς δ᾿ ἐξ αὐτοῦ γυναῖκας, Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ὡσὰν τοῦ Μοντανοῦ προφήτιδας γεγονυίας αὐχοῦντες. οἱ δ᾿ ἐπὶ ῾Ρώμης ἤκμαζον, ὧν ἡγεῖτο Φλωρῖνος, πρεσβυτερίου τῆς ἐκκλησίας ἀποπεσὼν, Βλάστος τε σὺν τούτῳ παραπλησίῳ πτώματι κατεσχημένος. οἳ καὶ πλείους τῆς ἐκκλησίας περιέλκοντες ἐπὶ τὸ σφῶν ὑπῆγον βούλημα, θάτερος ἰδίως περὶ τὴν ἀλήθειαν νεωτερίζειν πειρώμενος. [Nic. H. E. IV, 23] Πρὸς μὲν οὖν τὴν λεγομένην κατὰ Φρύγας αἵρεσιν ὅπλον ἰσχυρὸν καὶ ἀκαταγώνιστον ἐπὶ τῆς Ἱεραπόλεως τὸν Ἀπολινάριον, οὗ καὶ πρόσθεν μνήμην ὁ λόγος πεποίητο, ἄλλους τε σὺν αὐτῷ πλείους τῶν τηνικάδε λογίων ἀνδρῶν ἡ τῆς ἀληθείας ὑπέρμαχος ἀνίστη δύναμις, ἐξ ὧν καὶ ἡμῖν ἱστορίας πλείστη τις ὑπόθεσις καταλέλειπται. ἀρχόμενος γοῦν τῆς κατ᾿ αὐτῶν γραφῆς τῶν εἰρημένων δή τις πρῶτον ἐπισημαίνεται, ὡς καὶ ἀγράφοις τοῖς κατ᾿ αὐτῶν ἐπεξέλθοι ἐλέγχοις. προοιμιά- ζεται γοῦν τοῦτον τὸν τρόπον “ἐκ πλείστου ὅσου “καὶ ἱκανωτάτου χρόνου, ἀγαπητὲ Ἀουίρκιε Μάρ- “κελλε, ἐπιταχθεὶς ὑπὸ σοῦ συγγράψαι τινὰ λόγον “εἰς τὴν τῶν κατὰ Μιλτιάδην λεγομένων αἵρεσιν, “ἐφεκτικώτερόν πως μέχρι νῦν διεκείμην, οὐκ ἀπο- “ρίᾳ τοῦ δύνασθαι ἐλέγχειν μὲν τὸ ψεῦδος, μαρτυ- “ρεῖν δὲ τῇ ἀληθείᾳ, δεδιὼς δὲ καὶ ἐξευλαβούμενος “μή πη δόξω τισὶν ἐπισυγγράφειν ἢ ἐπιδιατάσσεσθαι “τῷ τῆς τοῦ εὐαγγελίου καινῆς διαθήκης λόγῳ, ᾧ “μήτε προσθεῖναι μήτ᾿ ἀφελεῖν δυνατὸν τῷ κατὰ τὸ “εὐαγγέλιον αὐτὸ πολιτεύεσθαι προῃρημένῳ. προσ- “φάτως δὲ γενόμενος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, καὶ “καταλαβὼν τὴν κατὰ Πόντον ἐκκλησίαν ὑπὸ τῆς “νέας ταύτης, οὐχ, ὡς αὐτοί φασι, προφητείας, πολὺ “δὲ μᾶλλον, ὡς δειχθήσεται, ψευδοπροφητείας δια- “τεθρυλημἐνην, καθ᾿ ὅσον δυνατὸν, τοῦ κυρίου πα- “ρασχόντος, περὶ αὐτῶν τε τούτων καὶ τῶν προτει- “νομένων ὑπ᾿ αὐτῶν ἕκαςά τε διελέχθημεν ἡμέραις “πλείοσιν ἐν τῇ ἐκκλησία, ὡς τὴν μὲν ἐκκλησίαν “ἀγαλλιασθῆναι καὶ πρὸς τὴν ἀλήθειαν ἐπιρρωσθῆ- “ναι, τοὺς δ᾿ ἐξ ἐναντίας πρὸς τὸ παρὸν ἀποκρουσθῆ- “ναι, καὶ τοὺς ἀντιθέους λυπηθῆναι. ἀξιούντων “οὖν τῶν κατὰ τόπον πρεσβυτέρων, ὅπως τῶν λε- “χθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀλη- “θείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν, παρόντος καὶ “τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρηνοῦ, “τοῦτο μὲν οὐκ ἐπράξαμεν, ἐπηγγειλάμεθα δὲ, ἐν- “θάδε γράψαντες τοῦ κυρίου διδόντος διὰ σπουδῆς “πέμψειν αὐτοῖς.” ταῦτα καὶ ἑξῆς τούτοις ἕτερα κατ᾿ ἀρχὰς εἰπὼν τοῦ λόγου, τὸν αἴτιον τῆς δηλουμένης αἱρέσεως προϊὼν τοῦτον ἀνιστορεῖ τὸν τρόπον “ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀπο- “σχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν τὴν αἰτία “ἔσχε τοιαύτην. κώμη τις εἶναι λέγεται ἐν τῇ κατὰ “τὴν Φρυγίαν Μυσίᾳ, καλουμένη Ἀρδαβαῦ τοὔνομα· “ἔνθα φασί τινα τῶν νεοπίστων πρώτως, Μοντανὸν “τοὔνομα, κατὰ Γρᾶτον Ἀσίας ἀνθύπατον, ἐν ἀπιθυμίᾳ “ψυχῆς ἀμέτρῳ φιλοπρωτείας δόντα πάροδον εἰς “ἑαυτὸν τῷ ἀντικειμένῳ πνευματοφορηθῆναί τε καὶ “αἰφνιδίως ἐν κατοχῇ τινι καὶ παρεκστάσει γενόμενον “ἐνθουσιᾶν ἄρξασθαί τε λαλεῖν καὶ ξενοφωνεῖν, “παρὰ τὸ κατὰ παράδοσιν καὶ κατὰ διαδοχὴν ἄνωθεν “τῆς ἐκκλησίας ἔθος δῆθεν προφητεύοντα. τῶν δὲ “κατ’ ἐκεῖνο καιροῦ ἐν τῇ τῶν νόθων ἐκφωνημάτων “ἀκροάσει γενομένων οἶ μὲν ὡς ἐπὶ ἐνεργουμένῳ καὶ “δαιμονῶντι καὶ ἐν πλάνης πνεύματι ὑπάρχοντι καὶ “τοὺς ὄχλους ταράττοντι ἀχθόμενοι ἐπετίμων καὶ λαλεῖν “ἐκώλυον, μεμνημένοι τῆς τοῦ κυρίου διαστολῆς “τε καὶ ἀπειλῆς πρὸς τὸ φυλάττεσθαι τὴν τῶν “ψευδοπροφητῶν ἐγρηγορότως παρουσίαν· οἱ δὲ ὡς “ἁγίῳ πνεύματι καὶ προφητικῷ χαρίσματι ἐπαιρόμενοι “καὶ οὐχ ἥκιςα χαυνούμενοι, καὶ τῆς “τοῦ κυρίου ἐπιλανθανόμενοι, τὸ βλαψίφρον καὶ ὑποκοριστικὸν “καὶ λαοπλάνον πνεῦμα προυκαλοῦντο, “θελγόμενοι καὶ πλανώμενοι ὑπ’ αὐτοῦ, εἰς τὸ μηκέτι “κωλύεσθαι σιωπᾶν. τέχνῃ δέ τινι, μᾶλλον “δὲ τοιαύτῃ μεθόδῳ κακοτεχνίας ὁ διάβολος τὴν κατὰ “τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ “ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν “αὐτῶν τὴν ἀποκεκοιμημένην ἀπὸ τῆς κατ’ “ἀλήθειαν πίστεως διάνοιαν, ὡς καὶ ἑτέρας τινὰς δύο “γυναῖκας ἐπεγεῖραι καὶ τοῦ νόθου πνεύματος πληρῶσαι, “ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ “ἀλλοτριοτρόπως , ὁμοίως τῷ προειρημένῳ, καὶ τοὺς “μὲν χαίροντας καὶ χαυνουμένους ἐπ᾿ αὐτῷ μακαρί- “ζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν “ἐπαγγελμάτων ἐκφυσιοῦντος, ἔσθ᾿ ὅπη δὲ καὶ κα- “τακρίνοντος στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς “ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ, (ὀλίγοι δ᾿ “ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι), τὴν δὲ κα- “θόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν “βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυθαδισμένου πνεύ- “ματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς αὐτὴν τὸ “ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα. τῶν γὰρ “κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῆ τῆς “Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους “λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφηνάντων καὶ “ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκ- “κλησίας ἐξεώσθησαν καὶ τῆς κοινωνίας εἴρχθη- “σαν.” ταῦτα ἐν πρώτοις ἱστορήσας, καὶ δι᾿ ὅλου τοῦ συγγράμματος τὸν ἔλεγχον τῆς κατ᾿ αὐτοὺς πλάνης ἐπαγαγὼν, ἐν τῷ δευτέρῳ περὶ τῆς τελευτῆς τῶν προδεδηλωμένων ταῦτά φησιν “ἐπειδὴ τοί- “νυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ “τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα, “(τούτους γὰρ εἶναί φασιν, οὕσπερ ἐπηγγείλατο τῷ “λαῷ πέμψειν ὁ κύριος), ἀποκρινάσθωσαν ἡμῖν πρὸς “θεοῦ, ἔστι τις, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μον- “τανοῦ καὶ τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅστις “ὑπὸ Ἰουδαίων ἐδιώχθη ἢ ὑπὸ παρανόμων ἀπεκτάν- “θη; οὐδείς. οὐδέ γέ τις αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ “ὀνόματος ἀνεσταυρώθη. οὐ γὰρ οὖν. οὐδὲ μὴν “οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν γυναικῶν τις “ἐμαστιγώθη ποτὲ ἢ ἐλιθοβολήθη. οὐδαμόσε οὐδα- “μῶς. ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μον- “τανός τε καὶ Μαξίμιλλα. τούτους γὰρ ὑπὸ πνεύμα- “τος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος λόγος “ἀναρτῆσαι ἑαυτοὺς, οὐχ ὁμοῦ, κατὰ δὲ τὸν τῆς ἑκά- “στου τελευτῆς καιρὸν φήμη πολλὴ, καὶ οὕτω δὲ τε- “λευτῆσαι καὶ τὸν βίον καταστρέψαι Ἰούδα προδότου “δίκην. καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν “πρῶτον τῆς κατ᾿ αὐτοὺς λεγομένης προφητείας οἷον “ἐπίτροπόν τινα Θεόδοτον πολὺς αἱρεῖ λόγος, ὡς αἰ- “ρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς “παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς “ἀπάτης πνεύματι, καὶ δισκευθέντα κακῶς τελευτῆ- “σαι. φασὶ γοῦν τοῦτο οὕτως γεγονέναι, ἀλλὰ “μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τι τῶν τοιού- “των νομίζομεν, ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, “ἴσως δὲ οὐχ οὕτως τετελευτήκασι Μοντανός τε καὶ “Θεόδοτος καὶ ἡ προειρημένη γυνή.” αὖθις δ᾿ ἐν τῷ αὐτῷ φησι λόγῳ τοὺς τότε ἱεροὺς ἐπισκόπους πεπειρᾶσθαι μὲν τὸ ἐν τῇ Μαξιμίλλῃ πνεῦμα διελέγξαι, κεκωλύσθαι δὲ πρὸς ἑτέρων, συνεργούντων δηλαδὴ τῷ πνεύματι. γράφει δὲ οὕτως “καὶ μὴ λε- “γέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν “τὸ διὰ Μαξιμίλλης πνεῦμα ῾διώκομαι ὡς λύκος ἐκ “προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμά εἰμι καὶ πνεῦμα καὶ “δύναμις᾿, ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς “δειξάτω καὶ ἐλεγξάτω, καὶ ἐξομολογεῖσθαι διὰ τοῦ “πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας εἰς “τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, “ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κο- “μάνης κώμης καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας, ὧν οἱ “περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες οὐκ εἴασαν “τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ᾿ αὐτῶν ἐλεγ- “χθῆναι.” ἐν ταὐτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψευδοπροφητειῶν εἰ- πὼν, ὁμοῦ τόν τε χρόνον καθ᾿ ὃν ταῦτ᾿ ἔγραφε σημαίνει καὶ τῶν προρρήσεων αὐτῆς μέμνηται, δι᾿ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο, ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων “καὶ “πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; “πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέ- “ραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνὴ, καὶ οὔτε μερικὸς “οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος, ἀλλὰ καὶ “Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέου θεοῦ”. καὶ ταῦτα δὲ ἐκ τοῦ δευτέρου συγγράμματος καὶ ἀπὸ τοῦ τρίτου δὲ σμικρὰς παραθήσομαι λέξεις, δι᾿ ὧν πρὸς τοὺς αὐχοῦντας, ὡς ἄρα πλείους καὶ αὐτῶν μεμαρτυρηκότες εἶεν, ταῦτά φησιν “ὅταν τοίνυν ἐν “πᾶσι τοῖς εἰρημένοις ἐλεγχθέντες ἀπορήσωσιν, ἐπὶ “τοὺς μάρτυρας πειρῶνται καταφεύγειν, λέγοντες “πολλοὺς ἔχειν μάρτυρας, καὶ τοῦτο εἶναι τεκμήριον “πιστὸν τῆς δυνάμεως τοῦ παρ᾿ αὐτοῖς λεγομένου “προφητικοῦ πνεύματος. τὸ δ᾿ ἔστιν ἄρα, ὡς ἔοικε, “παντὸς μᾶλλον οὐκ ἀληθές. καὶ γὰρ τῶν ἄλλων “αἱρέσεών τινες πλείστους ὅσους ἔχουσι μάρτυρας, “καὶ οὐ παρὰ τοῦτο δήπου συγκαταθησόμεθα, οὐδὲ “ἀλήθειαν ἔχειν αὐτοὺς ὁμολογήσομεν. καὶ πρῶτοί “γε οἱ ἀπὸ τῆς Μαρκίωνος αἱρέσεως Μαρκιωνισταὶ “καλούμενοι πλείστους ὅσους ἔχειν Χριστοῦ μάρτυ- “ρας λέγουσιν, ἀλλὰ τόν γε Χριστὸν αὐτὸν κατ᾿ ἀλήθειαν οὐχ ὁμολογοῦσι.” καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων “ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ “τῆς κατ᾿ ἀλήθειαν πίστεως μαρτύριον κληθέντες “ἀπὸ τῆς ἐκκλησίας τύχωσι μετά τινων τῶν ἀπὸ τῆς “τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, δια- “φέρονταί τε πρὸς αὐτοὺς καὶ μὴ κοινωνήσαντες αὐ- “τοῖς τελειοῦνται, διὰ τὸ μὴ βούλεσθαι συγκαταθέ- “συαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυναικῶν πνεύ- “ματι. καὶ ὅτι τοῦτο ἀληθὲς καὶ ἐπὶ τῶν ἡμετέρων “χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγχάνει “γεγενημένον ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον “ἀπὸ Εὐμενείας μαρτυρήσασι πρόδηλον.” [Nic. H. E. IV, 24] Ἐν τούτῳ δὲ τῷ συγγράμματι καὶ Μιλτιάδου συγγραφέως μέμνηται, ὡς λόγον τινὰ καὶ αὐτοῦ κατὰ τῆς προειρημένης αἱρέσεως γεγραφότος. παραθἑμενος γοῦν αὐτῶν λέξεις τινὰς ἐπιφέρει λέγων “ταῦτα εὑρὼν ἔν τινι συγγράμ- “ματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελ- “φοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ “δεῖς προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.” ὑποκαταβὰς δὲ ἐν αὐτῷ τοὺς κατὰ τὴν καινὴν διαθήκην προπεφητευκότας καταλέγει, ἐν οἷς καταριθμεῖ Ἀμμίαν τινὰ καὶ Κοδρᾶτον, λέγων οὕτως “ἀλλ᾿ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει, ᾧ ἕπεται “ἄδεια καὶ ἀφοβία, ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμα- “θίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, “ὡς προείρηται. τοῦτον δὲ τὸν τρόπον οὔτε τινὰ “τῶν κατὰ τὴν παλαιὰν, οὕτε τῶν κατὰ τὴν καινὴν “πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται, “οὔτε Ἄγαβον, οὔτε Ἰούδαν, οὔτε Σίλαν, οὔτε τὰς “Φιλίππου θυγατέρας, οὔτε τὴν ἐν Φιλαδελφείᾳ Ἀμ- “μίαν, οὔτε Κοδρᾶτον, οὔτε γε δή τινας ἄλλους μη- “δὲν αὐτοῖς προσήκοντας καυχήσονται.” καὶ αὖθις δὲ μετὰ βραχέα ταῦτά φησιν “εἰ γὰρ μετὰ “Κοδρᾶτον καὶ τὴν ἐν Φιλαδελφείᾳ Ἀμμίαν, ὥς φα- “σιν, αἱ περὶ Μοντανὸν διεδεξαντο γυναῖκες τὸ προ- “φητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυ- “ναικῶν τίνες παρ᾿ αὐτοῖς διεδέξαντο δειξάτωσαν· “δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ “ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπόστολος “ἀξιοῖ· ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι “τον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμίλλης “τῆς.” οὗτος μὲν δὴ τοσαῦτα. ὅ γέ τοι πρὸς δεδηλωμένος Μιλτιάδης καὶ ἄλλας ἡμῖν τῆς ἰδίας περὶ τὰ θεῖα λόγια σπουδῆς μνήμας καταλέλοιπεν, ἔν τε οἷς πρὸς Ἕλληνας συνέταξε λόγοις καὶ τοῖς πρὸς Ἰουδαίους, ἑκατέρᾳ ἰδίως ὑποθέσει ἐν δυσὶν ὑπαντήσας συγγράμμασιν. ἔτι δὲ καὶ πρὸς τοὺς κοσμικοὺς ἄρχοντας ὑπὲρ ἧς μετῄει φιλοσοφίας πεποίῃται ἀπολογίαν. [Nic. H. E. IV, 25] τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλών·ιος, ἀκκλησιαστικὸς συγγραφεὺς, ἀκμαζούσης εἰσέτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος ἴδιον κατ’ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας ἀυτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονε διελέγχων. αὐτοῖς δὲ ῥήμασι περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε “ἀλλὰ τίς οὗτός ἐστιν ὁ “πρόσφατος διδάσκαλος τὰ ἔργα αὐτοῦ καὶ ἡ διδα- “σκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις “γάμων, ὁ νηστείας νομοθετήσας, ὁ Πἐπουζαν καὶ Τύμιον Ἰερουσαλὴμ ὀνομάσας πόλεις δέ εἰσιν αὗ- ‘ται μικραὶ τῆς Φρυγίας), τοὺς πανταχόθεν ἐκεῖ ῾συναγαγεῖν ἐθέλων, ὁ πρακτῆρας χρημάτων ‘στήσας, ὁ ἐπ’ ὀνόματι προσφορῶν τὴν δωροληψίαν “ἐπιτεχνώμενος, ὁ σαλάρια χορηγῶν τοῖς κηρύττου- “σιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται.’’ καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει “δείκνυμεν οὑν “αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὑ τοῦ “πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπού- “σας. πῶς οὖν ἐψεύδοντο Πρίσκον. παρθένον “καλοῦντες;” εἶτ’ ἐπιφέρει λέγων “δοκεῖ σοι “γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρή- “ματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν “χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς “ αὐτὴν μὴ παραιτήσωμαι;’’ αὖθις δὲ ὑποκαταβὰς περί τινος τῶν κατ’ αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν “ἔτι δὲ καὶ Θεμίσων, ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ “σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος “δεσμὰ, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς “καυχώμενος ἐτόλμησε, μιμούμενος τὸν ἀπόστολον, “καθολικήν τινα συνταξάμενος ἐπιστολὴν κατηχεῖν “μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, “ζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν κύριον καὶ τοὺς ἀποστόλους καὶ τὴν ἁγίαν ἐκκλησίαν. καὶ περὶ ἑτέρων δὲ αὖθις τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων οὕτω γράφει ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέγοντα ἑαυτὸν μάρτυρα, ᾧ συνεστιᾶται, ᾧ προσκυνοῦσι καὶ αὐτῷ πολλοὶ, οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμή- μάτα, ἐφ’ οἶς κεκόλασται, οὐχ ἡμὰς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει. τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ κυρίου ‘μὴ κτήσησθε χρυσὸν μήτε ἄργυρον μήτε δύο χιτῶνας οὗτοι πᾶν τοὐναν- 29 Matth. 10, 9. “τίον πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγο- “ρευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους “παρ᾿ αὐτοῖς προφήτας καὶ μάρτυρας μὴ μόνον “πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ “χηρῶν κερματιζομένους. καὶ εἰ πεποίθησιν ἔχου- “σιν, στήτωσαν ἐν τούτῳ, καὶ διορισάσθωσαν “τούτοις, ἵνα ἐὰν ἐλεγχθῶσι, κἂν τοῦ λοιποῦ παύ- “σωνται πλημμελοῦντες· δεῖ γὰρ τοὺς καρποὺς δο- “κιμάζεσθαι τοῦ προφήτου, ἀπὸ γὰρ τοῦ καρποῦ τὸ “ ξύλον γινώσκεται. ἔνα δὲ τοῖς βουλομένοις τὰ “κατὰ Ἀλέξανδρον ᾖ γνώριμα, κέκριται ὑπὸ Αἰμιλίου “Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσω, οὐ διὰ τὸ ὄνομα, ‘ἀλλὰ δι’ ἃς ἐτόλμησε λῃστείας, ὢν ἤδη παραβάτης· εἶτα ἐπιψευσάμενος τῷ ὀνόματι τοῦ κυρίου ἀπολἐ- “λυταὶ, πλανήσας τοὺς ἐκεῖ πιστούς· καὶ ἡ ἰδία πα- ‘ροικία αὐτὸν, ὅθεν ἦν, οὐκ ἐδέξατο, διὰ τὸ “αὐτὸν λῃστήν. καὶ οἱ θέλοντες μαθεῖν τὰ κατ’ αὐ- “τὸν ἔχουσι τὸ τῆς Ἀσίας δημόσιον ἀρχεῖον. ὃν “ὁ προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ, “ἐλέγχοντες ἡμεῖς δι’ αὐτοῦ καὶ τὴν ὑπόστασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ ὅμοιον ἐπὶ πολλῶν δυ- “νάμεθα ἀποδεῖξαι, καὶ εἰ θαρροῦσιν, ὑπομεινάτω- “σαν τὸν ἔλεγχον.” πάλιν τε αὖ ἐν ἑτέρῳ τοῦ συγγράμματος περὶ ὧν αὐχοῦσι προφητῶν ἐπιλέγει ταῦτα “ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι, τοῦτο ὁμολογησάτωσαν, ὅτι ἐὰν “ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται, καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον “δέ ἐστι πάντας καρποὺς δοκιμάζεσθαι προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζε- 9 Matth. 7, 20. “ται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις “κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογη- “σάτωσαν πότερον ἔξεστιν ἢ μὴ, ἐγὼ δὲ ὅτι γέγονε “παρ᾿ αὐτοῖς δείξω.’’ ὁ δ’ αὐτὸς οὗτος κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν, ἐξ οὗ τῷ προσποιήτῳ αὐτοῦ προφητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκε. καὶ πάλιν φησὶν ὡς ἄρα Ζωτικὸς, οὗ καὶ ὁ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν δὴ προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται, ἐκωλύθη γε μὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει. ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν σωτῆρά φησι προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις, ἐπὶ δώδεκα ἔτεσι μὴ χωρισθῆναι τῆς Ἰερουσαλήμ. κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου ἀποκαλύψεως, καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσω ἐγηγέρθαι ἱστορεῖ. καὶ ἄλλα τινά φησι, δι’ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνε τὴν πλάνην. ταῦτα καὶ ὁ Ἀπολλώνιος. [Nic. H. E. IV, 27] Τῶν δὲ Ἀπολιναρίου κατὰ τῆς δηλωθείσης αἱρέσεως μνήμην πεποίηται Σαραπίων, ὃν ἐπὶ τῶν δηλουμένων χρόνων μετὰ Μαξιμῖνον ἐπίσκοπον τῆς Ἀντιοχέων ἐκκλησίας γενέσθαι κατέχει λόγος. μέμνηται δὲ αὐτοῦ ἐν ἰδίᾳ ἐπιστολῇ τῇ πρὸς Καρικὸν καὶ Πόντιον, ἐν ᾗ διευθύνων καὶ αὐτὸς τὴν αὐτὴν αἵρεσιν ἐπιλέγει ταῦτα “ὅπως δὲ καὶ τοῦτο ἴδητε, ὅτι τῆς ψευδοῦς ταύ- “τῆς τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας “ἐβδέλυκται ἡ ἐνέργεια παρὰ πάσῃ τῇ ἐν κόσμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου Ἀπολινα- ‘ρίου τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς ‘Ἀσίας ἐπισκόπου γράμματα.’’ ἐν ταύτῃ δὲ τῇ τοῦ Σαραπίωνος ἐπιστολῇ καὶ ὑποσημειώσεις φέρονται διαφόρων ἐπισκόπων, ὧν ὁ μέν τις ὧδέ πως ὑποσεσημείωται “Αὐρήλιος Κυρήνιος μάρτυς ἐρρῶσθαι ὑμᾶς εὔχομαι” , ὁ δέ τις τοῦτον τὸν τρόπον “Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ Δεβελτοῦ κολωνίας τῆς Θρᾴ- κης ἐπίσκοπος· ζῇ ὁ θεὸς ὁ ἐν τοῖς οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε τὸν δαίμονα τὸν Πρισκίλλης ἐκβαλεῖν, καὶ οἶ ὑποκριταὶ οὐκ ἀφῆκαν. καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπισκόπων συμψήφων τούτοις ἐν τοῖς δηλωθεῖσι γράμμασιν αὐτόγραφοι φέρονται σημειώσεις. καὶ τὰ μὲν κατὰ τούτους ἦν τοιαῦτα. [Nic. H. E. IV, 30] Ἐξ ἐναντίας δὲ τῶν ἐπὶ Ῥώμης τὸν ὑγιῆ τῆς ἐκκλησίας θεσμὸν παραχαραττόντων, Εἰρήναιος διαφόρους ἐπιστολὰς συντάττει, τὴν μὲν ἐπιγράψας πρὸς Βλάστον περὶ σχίσματος, τὴν δὲ πρὸς Φλωρῖνον περὶ μοναρχίας ἢ περὶ τοῦ μὴ εἶναι τὸν θεὸν ποιητὴν κακῶν. ταύτης γάρ τοι τῆς γνώμης οὗτος ἐδόκει προασπίζειν· δι’ ὃν αὖθις ὑποσυρόμενον τῇ κατὰ Οὐαλεντῖνον πλάνῃ καὶ τὸ περὶ ὀγδοάδος συντάττεται τῷ Εἰρηναίῳ σπούδασμα, ἐν ᾧ καὶ ἐπισημαίνεται τὴν πρώτην τῶν ἀποστόλων κατειληφέναι ἑαυτὸν διαδοχήν. ἔνθα πρὸς τῷ τοῦ συγγράμματος τέλει χαριεστάτην αὐτοῦ σημείωσιν εὑρόντες ἀναγκαίως καὶ ταύτην τῇδε καταλέξομεν τῇ γραφῇ, τοῦτον ἔχουσαν τὸν τρόπον “ὁρκίζω σε τὸν μεταγραψόμενον τὸ βιβλίον τοῦτο κατὰ τοὐ κυρίου 29 Iren. fragm. p. 339 Mass. “ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἐνδόξου παρου- “σίας αὐτοῦ, ἧς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, “ἵνα ἀντιβάλῃς ὃ μετεγράψω, καὶ κατορθώσῃς αὐτὸ “πρὸς τὸ ἀντίγραφον τοῦτο, ὅθεν μετεγράψω, ἐπιμε- “λῶς· καὶ τὸν ὅρκον τοῦτον ὁμοίως μεταγράψεις καὶ “θήσεις ἐν τῷ ἀντιγράφῳ.” καὶ ταῦτα δὲ ὠφελίμως ὑπ᾿ ἐκείνου λελέχθω, πρὸς ἡμῶν τε ἱστορείσθω, ὡς ἂν ἔχοιμεν ἄριστον σπουδαιοτάτης ἐπιμελείας τοὺς ἀρχαίους ἐκείνους καὶ ὄντως ἱεροὺς ἄνδρας ὑπόδειγμα. ἐν ᾗ γε μὴν προειρήκαμεν πρὸς τὸν Φλωρῖνον ὁ Εἰρηναῖος ἐπιστολῇ αὖθις τῆς ἅμα Πολυκάρπῳ συνουσίας αὐτοῦ μνημονεύει λέγων “ταῦτα τὰ δόγματα, “Φλωρῖνε, ἵνα πεφεισμένως εἴπω, οὐκ ἔστιν ὑγιοῦς “γνώμης· ταῦτα τὰ δόγματα ἀσύμφωνά ἐστι τῇ ἐκ- “κλησίᾳ, εἰς τὴν μεγίστην ἀσέβειαν περιβάλλοντα “τοὺς πειθομένους αὐτοῖς· ταῦτα τὰ δόγματα οὐδὲ “οἱ ἔξω τῆς ἐκκλησίας αἱρετικοὶ ἐτόλμησαν ἀποφή- “νασθαί ποτε· ταῦτα τὰ δόγματα οἱ πρὸ ἡμῶν πρεσ- “βύτεροι οἱ καὶ τοῖς ἀποστόλοις συμφοιτήσαντες οὐ “παρέδωκάν σοι. εἶδον γάρ σε παῖς ἔτι ὢν ἐν τῇ “κάτω Ἀσίᾳ παρὰ Πολυκάρπῳ, λαμπρῶς πράσσοντα “ἐν τῇ βασιλικῇ αὐλῇ, καὶ πειρώμενον εὐδοκιμεῖν “παρ᾿ αὐτῷ. μᾶλλον γὰρ τὰ τότε διαμνημονεύω τῶν “ἔναγχος γινομένων. αἱ γὰρ ἐκ παίδων μαθήσεις “συναύξουσαι τῇ ψυχῇ ἑνοῦνται αὐτῇ, ὥστε με δύ- “νασθαι εἰπεῖν καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος διε- “λέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους “αὐτοῦ καὶ τὰς εἰσόδους, καὶ τὸν χαρακτῆρα τοῦ βίου, “καὶ τὴν τοῦ σώματος ἰδέαν, καὶ τὰς διαλέξεις ἃς “ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου 12 Iren. fragm. p. 339 Mass. “συναναστροφὴν ὡς ἀπήγγελλε καὶ τὴν μετὰ “λοιπῶν τῶν ἑωρακότων τὸν κύριον, καὶ ὡς ἀπεμνη- “μόνευε τοὺς λόγους αὐτῶν, καὶ περὶ τοῦ κυρίου “τίνα ἦν ἃ παρ’ ἐκείνων ἀκηκόει, καὶ περὶ τῶν “δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς “παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος ἀπήγγελλε πάντα σύμφωνα “ταἴς γραφαῖς. ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ “θεοῦ τὸ ἐπ’ ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ‘μνηματιζόμενος αὐτὰ οὐκ ἐν χάρτῃ, ἀλλ’ ἐν τῇ ἐμῇ “καρδίᾳ, καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ θεοῦ γνησίως “αὐτὰ ἀναμαρυκῶμαι· καὶ δύναμαι διαμαρτύρασθαι “ἔμπροσθεν τοῦ θεοῦ, ὅτι εἴ τι τοιοῦτον ἀκηκόει “ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, “ἀνακράξας ἂν καὶ ἐμφράξας τὰ ὦτα αὐτοῦ, καὶ τὸ “σύνηθες αὐτῷ εἰπών ‘ ὦ καλὲ θεὲ, εἰς οἴους με και- “ροὺς τετήρηκας, ἔνα τούτων ἀνέχωμαι πεφεύγει “καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν “ούτων ἀκηκόει λόγων. καὶ ἐκ τῶν ἐπιστολῶν δὲ αὐτοῦ ὧν ἐπέστειλεν ἤτοι ταῖς γειτνιώσαις ἐκκλησίαις ἐπιστηρίζων αὐτὰς, ἢ τῶν ἀδελφῶν τισὶ νουθετῶν αὐτοὺς καὶ προτρεπόμενος, δύναται φανερωθῆναι.” ταῦτα ὁ Εἰρήναιος. [Nic. H. E. IV, 26] Κατὰ δὲ τὸν αὐτὸν τῆς Κομόδου βασιλείας χρόνον μεταβέβλητο μὲν ἐπὶ τὸ πρᾶον τὰ καθ’ ἡμᾶς, εἰρήνης σὺν θείᾳ χάριτι τὰς καθ’ ὅλης τῆς οἰκουμένης διαλαβούσης ἐκκλησίας, ὅτε καὶ ὁ σωτήριος λόγος ἐκ παντὸς γένους ἀνθρώπων πᾶσαν ὑπήγετο ψυχὴν ἐπὶ τὴν εὐσεβῆ τοῦ τῶν ὅλων θεοῦ θρησκείαν, ὥστε ἤδη καὶ τῶν ἐπὶ Ῥώμης εὖ μάλα πλούτῳ καὶ γένει διαφανῶν πλείους ἐπὶ τὴν σφῶν ὁμόσε χωρεῖν πανοικί τε καὶ παγγενῆ σωτηρίαν. οὐκ ἦν δὲ ἄρα τοῦτο τῷ μισοκάλῳ δαίμονι βασκάνῳ ὄντι τὴν φύσιν οἰστόν· ἀπεδύετο δ’ οὖν αὖθις, ποικίλας τὰς καθ’ ἡμῶν μηχανὰς ἐπιτεχνώμενος. ἐπὶ γοῦν τῆς Ῥωμαίων πόλεως Ἀπολλώνιον, ἄνδρα τῶν τότε πιστῶν ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένον, ἐπὶ δικαστήριον ἄγει, ἴνα γέ τιν’ τῶν εἰς ταῦτα ἐπιτηδείων αὐτῷ διακόνων ἐπὶ κατηγορίᾳ τἀνδρὸς ἐγείρας. ἀλλ’ ὁ μὲν δείλαιος παρὰ καιρὸν τὴν δίκην εἰσελθὼν, ὅτι μὴ ζῆν ἐξὸν ἦν κατὰ βασιλικὸν ὅρον τοὺς τῶν τοιῶνδε μηνυτὰς, αὐτίκα κατάγνυται τὰ σκέλη, Περεννίου δικαστοῦ τοιαύτην κατ’ αὐτοῦ ψῆφον ἀπενέγκαντος. ὁ δέ γε θεοφιλέστατος μάρτυς, πολλὰ λιπαρῶς ἱκετεύσαντος τοὐ δικαστοῦ καὶ λόγον αὐτὸν ἐπὶ τῆς συγκλήτου βουλῆς αἰτήσαντος, λογιωτάτην ὑπὲρ ἧς ἐμαρτύρει πίστεως ἐπὶ πάντων παρασχὼν ἀπολογίαν κεφαλικῇ κολάσει ὡσὰν ἀπὸ δόγματος συγκλήτου τελειοῦται, μηδ’ ἄλλως ἀφεῖσθαι τοὺς ἅπαξ εἰς δικαστήριον παριόντας καὶ μηδαμῶς τῆς προθέσεως μεταβαλλομένους ἀρχαίου παρ’ αὐτοῖς νόμου κεκρατηκότος. τούτου μὲν οὖν τὰς ἐπὶ τοῦ δικαστοῦ φωνὰς καὶ τὰς ἀποκρίσεις, ἃς πρὸς πεῦσιν πεποίητο τοῦ Περεννίου, πᾶσάν τε τὴν πρὸς τὴν σύγκλητον ἀπολογίαν ὅτῳ διαγνῶναι φίλον, ἐκ τῆς τῶν ἀρχαίων μαρτυρίων συναχθείσης ἡμῖν ἀναγραφῆς εἴσεται. [Nic. II. E. IV, 19] Δεκάτῳ γε μὴν τῆς Κομόδου βασιλείας ἔτει δέκα πρὸς τρισὶν ἔτεσι τὴν ἐπισκοπὴν λελειτουργηκότα Ἐλεύθερον διαδέχεται Βίκτωρ· ἐν ᾧ καὶ Ἰουλιανοῦ δέκατον ἔτος ἀναπλήσαντος τῶν κατ’ Ἀλεξάνδρειαν παροικιῶν τὴν ἐγχειρίζεται Δημήτριος· καθ’ οὓς καὶ τῆς Ἀντιοχέων ἐκκλησίας ὄγδοος ἀπὸ τῶν ἀποστόλων ὁ πρόσθεν ἤδη δεδηλωμένος ἔτι τότε Σαραπίων ἐπίσκοπος ἐγνωρίζετο· Καισαρείας δὲ τῆς ἐπὶ Παλαιστίνῃ καθηγεῖτο Θεόφιλος. καὶ Νάρκισσος δὲ ὁμοίως, οὗ καὶ πρόσθεν ὁ λόγος μνήμην ἐποιήσατο, τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἔτι τότε τὴν λειτουργίαν εἶχεν. Κορίνθου δὲ τῆς καθ’ Ἑλλάδα κατὰ τοὺς αὐτοὺς χρόνους ἐπίσκοπος ἦν Βάκχυλλος, καὶ τῆς ἐν Ἐφέσω παροικίας Πολυκράτης, καὶ ἄλλοι δὲ, ὥς γε εἰκὸς, ἐπὶ τούτοις μυρίοι κατὰ τούσδε διέπρεπον. ὧν γε μὴν ἔγγραφος ἡ τῆς πίστεως εἰς ἡμὰς κατῆλθεν ὀρθοδοξία, τούτους εἰκότως ὀνομαστὶ κατελέξαμεν. [Nic. H. E. IV, 36] Ζητήσεως δῆτα κατὰ τούσδε οὐ σμικρὰς ἀνακινηθείσης, ὅτι δὴ τῆς Ἀσίας ἁπάσης αἶ παροικίαι ὡσὰν ἐκ παραδόσεως ἀρχαιοτέρας σελήνης τὴν τεσσαρεσκαιδεκάτην ᾤοντο δεῖν ἐπὶ τῆς τοῦ πάσχα σωτηρίου ἑορτῆς παραφυλάττειν, ἐν ᾗ θύειν τὸ πρόβατον Ἰουδαίοις προηγόρευτο, ὡς δέον ἐκ παντὸς κατὰ ταύτην, ὁποίᾳ δ’ ἂν ἡμέρᾳ τῆς ἑβδομάδος περιτυγχάνοι, τὰς τῶν ἀσιτιῶν ἐπιλύσεις ποιεῖσθαι, οὐκ ἔθους ὄντος τοῦτον ἐπιτελεῖν τὸν τρόπον ταῖς ἀνὰ τὴν λοιπὴν ἅπασαν οἰκουμένην ἐκκλησίαις, ἑ § ἀποστολικῆς παραδόσεως τὸ καὶ εἰς δεῦρο κρατῆσαν ἔθος φυλαττούσαις, ὡς μηδ’ ἑτέρᾳ προσήκειν παρὰ τὴν τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν ἡμέρᾳ τὰς νηστείας ἐπιλύεσθαι. σύνοδοι δὴ καὶ συγκροτήσεις ἐπισκόπων ἐπὶ ταὐτὸν ἐγίνοντο, πάντες τε μιᾷ γνώμῃ δι’ ἐπιστολῶν ἐκκλησιαστικὸν δόγμα τοῖς πανταχόσε διετυποῦντο, ὡς ἂν μηδ’ ἐν ἄλλῃ ποτὲ τῆς κυριακῆς ἡμέρᾳ τὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπιτελοῖτο τοῦ κυρίου μυστήριον, καὶ ὅπως ἐν ταύτῃ μόνῃ τῶν κατὰ τὸ πάσχα νηστειῶν φυλαττοίμεθα τὰς ἐπιλύσεις. φέρεται δ᾿ εἰσέτι νῦν τῶν κατὰ Παλαιστίνην τηνικάδε συγκεκροτημένων γραφὴ, ὧν προυτέτακτο Θεόφιλος τῆς ἐν Καισαρείᾳ παροικίας ἐπίσκοπος καὶ Νάρκισσος τῆς ἐν Ἱεροσολύμοις· καὶ τῶν ἐπὶ ῾Ρώμης δὲ ὁμοίως ἄλλη περὶ τοῦ αὐτοῦ ζητήματος, ἐπίσκοπον Βίκτορα δηλοῦσα· τῶν τε κατὰ Πόντον ἐπισκόπων, ὧν Πάλμας ὡς ἀρχαιότατος προυτέτακτο, καὶ τῶν κατὰ Γαλλίαν δὲ παροικιῶν, ἃς Εἰρήναιος ἐπεσκόπει· ἔτι τε τῶν κατὰ τὴν Ὀσροηνὴν καὶ τὰς ἐκεῖσε πόλεις· καὶ ἰδίως Βακχύλλου τῆς Κορινθίων ἐκκλησίας ἐπισκόπου, καὶ πλείστων ὅσων ἄλλων, οἳ μίαν καὶ τὴν αὐτὴν δόξαν τε καὶ κρίσιν ἐξενηνεγμένοι τὴν αὐτὴν τέθεινται ψῆφον. καὶ τούτων μὲν ἦν ὅρος εἷς , ὁ δεδηλωμένος· [Nic. H. E. IV, 37] τῶν δὲ ἐπὶ τῆς Ἀσίας ἐπισκόπων, τὸ πάλαι πρότερον αὐτοῖς παραδοθὲν διαφυλάττειν ἔθος χρῆναι διισχυριζομένων, ἡγεῖτο Πολυκράτης, ὃς καὶ αὐτὸς ἐν ᾗ πρὸς Βίκτορα καὶ τὴν ῾Ρωμαίων ἐκκλησίαν διετυπώσατο γραφῇ τὴν εἰς αὐτὸν ἐλθοῦσαν παράδοσιν ἐκτέθειται διὰ τούτων “ἡμεῖς οὖν ἀρρᾳδιούργητον ἄγομεν τὴν ἡμέραν, “μήτε προστιθέντες μήτε ἀφαιρούμενοι. καὶ γὰρ “κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται, ἅτινα “ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, “ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν, καὶ ἀναστήσει “πάντας τοὺς ἁγίους, Φίλιππον τὸν τῶν δώδεκα ἀπο- “στόλων, ὃς κεκοίμηται Ἱεραπόλει, καὶ δύο θυγα- “τέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι, καὶ ἡ ἑτέρα “αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη, “ἣ ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης ὁ “ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν, ὃς ἐγενήθη “ἱερεὺς τὸ πέταλον πεφορηκὼς, καὶ μάρτυς καὶ διδά- “σκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται· ἔτι δὲ καὶ “Πολύκαρπος ὁ ἐν Σμύρνῃ καὶ ἐπίσκοπος καὶ μάρτυς, “καὶ Θρασέας ἐπίσκοπος καὶ μάρτυς ἀπὸ ‘ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέγειν Σά- “γαριν ἐπίσκοπον καὶ μάρτυρα, ὃς ἐν Λαοδικείᾳ κε- “κοίμηται, ἔτι δὲ καὶ Παπίριον τὸν μακάριον, καὶ “Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύματι “πάντα πολιτευσάμενον, ὃς κεῖται ἐν Σάρδεσι περι- “μένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ “νεκρῶν ἀναστήσεται. οὗτοι πάντες ἐτήρησαν “ἡμἐραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ “εὐαγγέλιον, μηδὲν παρεκβαίνοντες, ἀλλὰ κατὰ τὸν “κανόνα τῆς πίστεως ἀκολουθοῦντες· ἔτι δὲ κἀγὼ ὁ “μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παρά- “δόσιν τῶν συγγενῶν μου, οἷς καὶ παρηκολούθησά “ τισιν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπίσκο- “ποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν “οἶ συγγενεῖς μου, ὅτε ὁ λαὸς ἤρνυε τὴν ζύμην. “ ἐγὼ οὖν, ἀδελφοὶ, ἐξήκοντα πέντε ἔτη ἔχων ἐν “κυρίῳ, καὶ συμβεβληκὼς τοῖς ἀπὸ τῆς οἰκουμένης ἀδελφοῖς, καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ “πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις. οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ “ἀνθρώποις” τούτοις ἐπιφέρει περὶ πάντων γράφων τῶν συμπαρόντων αὐτῷ καὶ ὁμοδοξούντων ἐπισκόπων ταῦτα λέγων “ἐδυνάμην δὲ τῶν ἐπισκόπων “τῶν συμπαρόντων μνημονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε “μετακληθῆναι ὑέ ἐμοῦ, καὶ μετεκαλεσάμην· ὧν τὰ “ἀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ 24 Act. 5, 29. “ἰδόντες τὸν μικρόν μου ἄνθρωπον συνηυδόκησαν “τῇ ἐπιστολῇ, εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, “ἀλλὰ ἐν κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι.” ἐπὶ τούτοις ὁ μὲν τῆς ῾Ρωμαίων προεστὼς Βίκτωρ ἀθρόως τῆς Ἀσίας πάσης ἅμα ταῖς ὁμόροις ἐκκλησίαις τὰς παροικίας ἀποτέμνειν, ὡσὰν ἑτεροδοξούσας, τῆς κοινῆς ἑνώσεως πειρᾶται, καὶ στηλιτεύει γε διὰ γραμμάτων, ἀκοινωνήτους πάντας ἄρδην τοὺς ἐκεῖσε ἀνακηρύττων ἀδελφούς. ἀλλ᾿ οὐ πᾶσί γε τοῖς ἐπισκόποις ταὐτ᾿ ἠρέσκετο. ἀντιπαρακελεύονται δῆτα αὐτῷ τὰ τῆς εἰρήνης καὶ τῆς πρὸς τοὺς πλησίον ἑνώσεως τε καὶ ἀγάπης φρονεῖν. φέρονται δὲ καὶ αἱ τούτων φωναὶ, πληκτικώτερον καθαπτομένων τοῦ Βίκτορος. ἐν οἷς καὶ ὁ Εἰρηναῖος ἐκ προσώπου ὧν ἡγεῖτο κατὰ τὴν Γαλλίαν ἀδελφῶν ἐπιστείλας παρίσταται μὲν τῷ δεῖν ἐν μόνῃ τῇ τῆς κυριακῆς ἡμέρᾳ τὸ τῆς τοῦ κυρίου ἀναστάσεως ἐπιτελεῖσθαι μυστήριον, τῷ γε μὴν Βίκτορι προσηκόντως, ὡς μὴ ἀποκόπτοι ὅλας ἐκκλησίας θεοῦ, ἀρχαίου ἔθους παράδοσιν ἐπιτηρούσας, πλεῖστα ἕτερα παραινεῖ, καὶ αὐτοῖς ῥήμασι τάδε ἐπιλέγων “οὐδὲ γὰρ μόνον “περὶ τῆς ἡμέρας ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ καὶ “περὶ τοῦ εἴδους αὐτοῦ τῆς νηστείας. οἱ μὲν γὰρ “οἴονται μίαν ἡμέραν δεῖν αὐτοὺς νηστεύειν, οἱ δὲ “δύο, οἱ δὲ καὶ πλείονας· οἱ δὲ τεσσαράκοντα ὥρας “ἡμερινάς τε καὶ νυκτερινὰς συμμετροῦσι τὴν ἡμέραν “αὐτῶν. καὶ τοιαύτη μὲν ποικιλία τῶν ἐπιτη- “ρούντων οὐ νῦν ἐφ᾿ ἡμῶν γεγονυῖα, ἀλλὰ καὶ πολὺ “πρότερον ἐπὶ τῶν πρὸ ἡμῶν, τῶν παρὰ τὸ ἀκριβὲς, “ὡς εἰκὸς, κρατούντων τὴν καθ᾿ ἁπλότητα καὶ ἰδιω- 21 Iren. fragm. p. 340 Mass. “τισμὁν συνήθειαν εἰς τὸ μετέπειτα πεποιηκότων. “καὶ οὐδὲν ἔλαττον πάντες οὗτοι εἰρήνευσάν τε “εἰρηνεύομεν πρὸς ἀλλήλους, καὶ ἡ διαφωνία τῆς “νηστείας τὴν ὁμόνοιαν τῆς πίστεως συνίστησι.’’ τούτοις καὶ ἱστορίαν προστίθησιν, ἣν οἰκείως παραθήσομαι, τοῦτον ἔχουσαν τὸν τρόπον ἐν οἷς “καὶ οἶ πρὸ Σωτῆρος πρεσβύτεροι οἶ προστάντες “ἐκκλησίας ἧς σὺ νῦν ἀφηγῇ, Ἀνίκητον λέγομεν “Πίον, Ὑγῖνόν τε καὶ Τελεσφόρον καὶ Ξυστὸν, “αὐτοὶ ἐτήρησαν οὔτε τοῖς μετ’ αὐτῶν ἐπέτρεπον, καὶ οὐδὲν ἔλαττον αὐτοὶ μὴ τηροῦντες εἰρήνευον “τοῖς ἀπὸ τῶν παροικιῶν, ἐν αἷς ἐτηρεῖτο, ἐρχομένοις ‘πρὸς αὐτούς· καίτοι μᾶλλον ἐναντίον ἦν τὸ τηρεῖν “τοῖς μὴ τηροῦσι. καὶ οὐδέποτε διὰ τὸ ‘’τοῦτο ἀπεβλήθησάν τινες, ἀλλ’ αὐτοὶ μὴ τηροῦντες “οἱ πρὸ σοῦ πρεσβύτεροι τοῖς ἀπὸ τῶν “τηροῦσιν ἔπεμπον εὐχαριστίαν. καὶ τοῦ μακα- “ρίου Πολυκάρπου ἐπιδημήσαντος τῇ Ῥώμῃ ἐπὶ “κήτου, καὶ περὶ ἄλλων τινῶν μικρὰ σχόντες πρὸς “ἀλλήλους εὐθὺς εἰρήνευσαν, περὶ τούτου τοῦ κεφα- “λαίου μὴ φιλεριστήσαντες̣ εἰς ἑαυτούς. οὔτε γὰρ ὁ Ἀνίκητος τὸν Πολύκαρπον πεῖσαι ἐδύνατο μὴ τη- “ῥεῖν, ἅτε μετὰ Ἰωάννου τοὐ μαθητοῦ τοῦ κυρίου “ἡμῶν ἡμῶν καὶ τῶν λοιπῶν ἀποστόλων, οἷς “ἀεὶ τετηρηκότα, οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν “πρὸ οὐτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν. καὶ τούτων οὕτως ἐχόντων ἐκοινώνησαν ἑαυτοῖς, καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εύχαριστίαν τῷ Πολυκάρπῳ κατ’ ἐντροπὴν δηλονότι, καὶ μετ’ εἰρήνης ἀπ’ ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων καὶ τῶν τηρούντων καὶ “τῶν μὴ τηρούντων.” καὶ ὁ μὲν Εἰρηναῖος φερώνυμός τις ὢν τῇ προσηγορίᾳ, αὐτῷ τε τῷ τρόπῳ εἰρηνοποιὸς, τοιαῦτα ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εἰρήνης παρεκάλει τε καὶ ἐπρέσβευεν. ὁ δ᾿ αὐτὸς οὐ μόνον τῷ Βίκτορι, καὶ διαφόροις δὲ πλείστοις ἄρχουσιν ἐκκλησιῶν τὰ κατάλληλα δι᾿ ἐπιστολῶν περὶ τοῦ κεκινημένου ζητήματος ὡμίλει. [Nic. H. E. IV, 36] Οἵ γε μὴν ἐπὶ Παλαιστίνης, οὓς ἀρτίως διεληλύθαμεν, ὅ τε Νάρκισσος καὶ Θεόφιλος, καὶ σὺν αὐτοῖς Κάσσιος τῆς κατὰ Τύρον ἐκκλησίας ἐπίσκοπος, καὶ Κλάρος τῆς ἐν Πτολεμαΐδι, οἵ τε μετὰ τούτων συνεληλυθότες περὶ τῆς κατελθούσης εἰς αὐτοὺς ἐκ διαδοχῆς τῶν ἀποστόλων περὶ τοῦ πάσχα παραδόσεως πλεῖστα διειληφότες, κατὰ τὸ τέλος τῆς γραφὴς αὐτοῖς ῥήμασιν ἐπιλέγουσι ταῦτα “τῆς δ᾿ ἐπιστολῆς ἡμῶν πειράθητε κατὰ πᾶσαν “ἐκκλησίαν ἀντίγραφα διαπέμψασθαι, ὅπως μὴ ἔνοχοι “ὦμεν τοῖς ῥᾳδίως πλανῶσιν ἑαυτῶν τὰς ψυχάς. δη- “λοῦμεν δὲ ὑμῖν ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν Ἀλεξαν- “δρείᾳ ἄγουσιν, ᾗπερ καὶ ἡμεῖς. παρ᾿ ἡμῶν γὰρ τὰ “γράμματα κομίζεται αὐτοῖς καὶ ἡμῖν παρ᾿ αὐτῶν, “ὥστε συμφώνως καὶ ὁμοῦ ἄγειν ἡμᾶς τὴν ἁγίαν “ἡμέραν.” Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Εἰρηναίου συγγράμμασι καὶ ταῖς ἐπιστολαῖς φέρεταί τις αὐτοῦ ἀναγκαιότατος, λόγος συντομώτατος καὶ τὰ μάλιστα ἀναγκαιότατος, περὶ ἐπιστήμης ἐπιγεγραμμένος· καὶ ἄλλος ὃν ἀνατέθεικεν ἀδελφῷ, Μαρκιανῷ τοὔνομα, εἰς ἐπίδειξεν τοῦ ἀποστολικοῦ κηρύγματος· καὶ βιβλίον τι διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ τῆς λεγομένης Σοφίας Σολομῶνος μνημονεύει, ῥητά τινα ἐξ αὐτῶν παραθέμε- νος. καὶ τὰ μὲν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν τῶν Εἰρηναίου τοσαῦτα. Κομόδου δὲ τὴν ἀρχὴν ἐπὶ δέκα καὶ τρισὶν ἔτεσι καταλύσαντος αὐτοκράτωρ Σεβῆρος οὐδ᾿ ὅλοις μησὶν ἓξ μετὰ τὴν Κομόδου τελευτὴν Περτίνακος διαγενομένου κρατεῖ. [Nic. H. E. IV, 35] Πλεῖστα μὲν οὖν παρὰ πολλοῖς εἰσέτι νῦν τῶν τότε σώζεται παλαιῶν καὶ ἐκκλησιαστικῶν ἀνδρῶν ἐναρέτου σπουδῆς ὑπομνήματα· ὧν γε μὴν αὐτοὶ διέγνωμεν, εἴη ἂν τὰ Ἡρακλείτου εἰς τὸν ἀπόστολον, καὶ τὰ Μαξίμου περὶ τοῦ πολυθρυλήτου παρὰ τοῖς αἱρεσιώταις ζητήματος, τοῦ πόθεν ἡ κακία, καὶ περὶ τοῦ γενητὴν ὑπάρχειν τὴν ὕλην· τά τε Κανδίδου εἰς τὴν ἑξαήμερον, καὶ Ἀπίωνος εἰς τὴν αὐτὴν ὑπόθεσιν· ὁμοίως Σέξτου περὶ ἀναστάσεως, καὶ ἄλλη τις ὑπόθεσις Ἀραβιανοῦ, καὶ μυρίων ἄλλων, ὧν διὰ τὸ μηδεμίαν ἔχειν ἀφορμὴν οὐχ οἷόν τε οὔτε τοὺς χρόνους παραδοῦναι γραφῇ οὔθ᾿ ἱστορίας μνήμην ὑποσημήνασθαι. καὶ ἄλλων δὲ πλείστων, ὧν οὐδὲ τὰς προσηγορίας καταλέγειν ἡμῖν δυνατὸν, ἦλθον εἰς ἡμᾶς λόγοι ὀρθοδόξων μὲν καὶ ἐκκλησιαστικῶν, ὥς γε δὴ ἡ ἑκάστου παραδείκνυσι τῆς θείας γραφῆς ἑρμηνεία, ἀδήλων δὲ ὅμως ἡμῖν, ὅτι μὴ τὴν προσηγορίαν ἐπάγεται τῶν συγγραψαμένων. [Nic. H. E. IV, 21] Τούτων ἔν τινος σπουδάσματι μετὰ τῆς Ἀρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ὁ ἐκ Σαμοσάτων Παῦλος ὁ καθ᾿ ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεταί τις διήγησις, ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις. τὴν γάρ τοι δεληλωμἐνην αἵρεσιν, ψιλὸν ἄνθρωπον γενέσθαι τὸν σωτῆρα φάσκουσαν, οὐ πρὸ πολλοῦ νεωτερισθεῖσαν διευθύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν ὡσὰν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταὶ, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς ὁ λόγος ταῦτα κατὰ λέξιν ἱστορεῖ “φασὶ γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς “τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι “ταῦτα, ἃ νῦν οὗτοι λέγουσι, καὶ τετηρῆσθαι τὴν “ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν χρόνων τῶν “Βίκτορος, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν “῾Ρώμη ἐπίσκοπος, ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζε- “φυρίνου παρακεχαράχθαι τὴν ἀλήθειαν. ἦν δ᾿ “ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν “ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί. καὶ ἀδελφῶν “δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος “χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας “καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν, λέγω δὲ Ἰου- “στίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος “καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ “Χριστός. τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος “καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, θεὸν καὶ ἄνθρω- “πον καταγγέλλοντα τὸν Χριστόν; ψαλμοὶ δὲ ὅσοι “καὶ ᾠδαὶ ἀδελφῶν ἀπ᾿ ἀρχῆς ὑπὸ πιστῶν γραφεῖσαι “τὸν λόγον τοῦ θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολο- “γοῦντες. πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελ- ’‘λομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἐνδέχεται “τοὺς μέχρι Βίκτορος οὕτως, ὡς οὗτοι λέγουσι, κεκη- “ρυχέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος “καταψεύδεσθαι, ἀκριβῶς εἰδότες ὅτι Βίκτωρ Θεό- “δοτον τὸν σκυτέα, τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης “τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινω- “νίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν; “εἰ γὰρ Βίκτωρ κατ᾿ αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ “τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεό- “δοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν;” καὶ τὰ μὲν κατὰ τὸν Βίκτορα τοιαῦτα. τούτου δὲ ἔτεσι δέκα προστάντος τῆς λειτουργίας διάδοχος καθίσταται Ζεφυρῖνος, ἀμφὶ τὸ ἔνατον τῆς Σεβήρου βασιλείας ἔτος. προστίθησι δὲ ὁ τὸ προειρημένον συντάξας περὶ τοῦ κατάρξαντος τῆς δηλωθείσης αἱρέσεως βιβλίον καὶ ἄλλην κατὰ Ζεφυρῖνον γενομένην πρᾶξιν, ὧδέ πως αὐτοῖς ῥήμασι γράφων “ὑπομνήσω γοῦν “πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ᾿ ἡμῶν γενόμενον, “ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν “κἀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τις ὁμολογη- “τὴς, οὐ πάλαι, ἀλλ᾿ ἐπὶ τῶν ἡμετέρων γενόμενος “καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου “καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου. ἦσαν δὲ “οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ “πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφρο- “σύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος, “ὡς ἔφην, τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ “Νατάλιος ὑπ᾿ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κλη- “ρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ᾿ “αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. γε- “νόμενος οὖν σὺν αὐτοῖς δι᾿ ὁραμάτων πολλάκις ἐνου- “θετεῖτο ὑπὸ τοῦ κυρίου. ὁ γὰρ εὔσπλαγχνος θεὸς “καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐβούλετο ἔξω “ἐκκλησίας γενόμενον ἀπολέσθαι μάρτυρα τῶν ἰδίων “παθῶν. ἐπεὶ δὲ ῥᾳθυμότερον τοῖς ὁράμασι “προσεῖχε, δελεαζόμενος τῇ τε παρ᾿ αὐτοῖς πρωτο- “καθεδρίᾳ καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερ- “δείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, “δι᾿ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθεὶς, ὥστε “ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον καὶ σπο- “δὸν καταπασάμενον μετὰ πολλῆς σπουδῆς καὶ δα- “κρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιό- “μενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν κλήρῳ, “ἀλλὰ καὶ τῶν λαϊκῶν, συγχέαι τε τοῖς δάκρυσι τὴν “εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· “πολλῇ τε τῇ δεήσει χρησάμενον, δείξαντά τε τοὺς “μώλωπας ὧν εἰλήφει πληγῶν μόλις κοινωνηθῆναι.” τούτοις ἐπισυνάψωμεν καὶ ἄλλας περὶ τῶν αὐτῶν τοῦ αὐτοῦ συγγραφέως φωνὰς, τοῦτον ἐχούσας τὸν τρόπον· “γραφὰς μὲν θείας ἀφόβως ῥερᾳδιουργήκασι, “πίστεώς τε ἀρχαίας κανόνα ἠθετήκασι, Χριστὸν δὲ “ἠγνοήκασιν, οὐ τί αἱ θεῖαι λέγουσι γραφαὶ ζητοῦν- “τες, ἀλλ᾿ ὁποἱον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς “ἀθεότητος σύστασιν εὑρεθῇ, φιλοπόνως ἀσκοῦντες· “κἂν αὐτοῖς προτείνῃ τις ῥητὸν γραφὴς θεϊκῆς, ἐξε- “τάζουσι, πότερον συνημμένον ἢ διεζευγμένον δύνα- “ται ποιῆσαι σχῆμα συλλογισμοῦ. καταλιπόντες “δὲ τὰς ἁγίας τοῦ θεοῦ γραφὰς γεωμετρίαν ἐπιτη- “δεύουσιν, ὡσὰν ἐκ τῆς γῆς ὄντες καὶ ἐκ τῆς γῆς “λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. “Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεω- “μετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμά- “ζονται, Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυ- “νεῖται. οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν “τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ “τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων γρα- “φῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως “ὑπάρχουσι, τί δεῖ καὶ λέγειν; διὰ τοῦτο ταῖς θείαις “γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐ- “τὰς διωρθωκέναι. καὶ ὅτι τοῦτο μὴ καταψευδό- “μενος αὐτῶν λέγω ὁ βούλομενος δύναται μαθεῖν. “εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ “ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν “εὕροι διαφωνοῦντα. ἀσύμφωνα γοῦν ἔσται τὰ Ασκλη- ‘πιάδου τοῖς Θεοδότου. πολλῶν δὲ ἔστιν εὐπο- “ρῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς “αὐτῶν τὰ ὑφ’ ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι, ‘κατωρθωμένα, τουτ’ έστιν ἠφανισμένα. πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. τὰ γὰρ Ἀπολλωνί- ‘δου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. ἔνεστι συγκρῖναι τὰ πρότερον ὑπ’ αὐτῶν κατασκευασθέντα “τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν “πολὺ ἀπᾴδοντα. ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ “ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. ἢ γὰρ πιστεύουσιν ἁγίῳ πνεύματι λελέχθαι τὰς θείας γραφὰς, καί εἰσιν ἄπιοτοι, ἢ ἑαυτοὺς ἡγοῦνται σοφω- “τέρους τοῦ ἁγίου πνεύματος ὑπάρχειν, καὶ τί ἕτερον ‘ἢ δαιμονῶσιν. οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ “ᾖ γεγραμμένα, καὶ παρ’ ὧν κατηχήθησαν, μὴ παρέλαβον τὰς γραφὰς, καὶ δεῖξαι ἀντίγραφα, “ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. ἔνιοι δὲ “αὐτῶν οὐδὲ παραχαράσσειν ἠξίωσαν αὐτὰς, ἀλλ’ “ ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφή- “τὰς, ἀνόμου καὶ ἀθέου διδασκαλίας προφάσει χάρι- ‘τος εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. καὶ ταῦτα μὲν τοῦτον ἱστορήσθω τὸν τρόπον.