Klagel. Jerem. 1, 10. Παραδοξότατον δέ τι πέπονθεν ἡ Ἱερουσαλὴμ παρὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας. ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι, πατοῦντα τὸ ἁγίασμα, ἔνθαοὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱερέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ. ἔφθασαν δὲ οἱ πολέμιοι καὶ μέχρι τῶν ἀβάτων εἰσελθόντες εἰς τόπον ὅν μόγις >μετὰ πολλῆς ἁγιστείας ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ δἰσῄει<. Καὶ μετ΄ ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλήμ, καθάπερ προπαρεστήσαμεν, ἡ τοιάδε ψυχὴ τυγχάνῃ, νοητέον τὰ κατὰ φύσιν αὐτῆς ἀγαθὰ κόσμον αὐτῆς ὄντα, δι 8ff. Vgl. Olymp. (Gh III, 36). - 17 ff. Vgl. Olymp. (a.a.O.): ἐκέλευσεν ὁ θεὸς Μωαβίταις καὶ Ἀμμανίταις μὴ εἰς ἐκκλησίαν θεοῦ εἰσιέναι. ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ εἰσῆλθον καὶ οὖτοι εἰς τὸν ναόν. — 19 Vgl. Luk. 21, 24. — 21 Vgl. Num. 18? — 23 Vgl. Hebr. 9, 7. — 27 Vgl. Olymp, (a. a. 0): ἡ κακία έφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεογνωσίαν. 1 καταλίπῃς Vat. gr. 1153/54 καταλείπης co Ι 3 κατ’ αὐτῆς Gh καθ’ ἑαυτῆς CO Ι 4 δὲ] < C | 10 τὰ Vat. gr. 1153/54 τὸ co | 11 πεπιστευμένοι ο | 12 δόξαν] + τοῦ ο | 13 προέκριναν c | 15 τοῖς] τοὺς c | 18 ὁ] < c | 20 μόνον ο | 21 ἐκείνῳ] + εἰσελθεῖν ο | 23 άγιστείας Vat. gr. 1153/54 ἁγιαστίας co | 26 καθὰ ο | 27 τυγχάνῃ Ru τυγχάνει C τυγχάνοι ο | τὰ Blass Lietzmann. ὧν ἐθεράπευε τὸ θεῖον, ἐναποκείμενα τοῖς ἀβάτοις αὐτῆς παντί τῳ πλὴν τοῦ ἀρχιερέως λόγου, έπιθυμήματα αὐτῆς καλεῖσθαι. ἐπὶ πάντα δὲ ταῦτα ὁ ἐν τῷ παλαίειν κεκρατηκὼς ἐχθρός, θλίψας τὴν οὐ καλῶς ὑπὲρ αὑτῆς στρατευομένην, ἀλλ᾿ ἀξίως ὑπὸ τῆς θείας βοηθείας ἐγκαταλελειμμένην , ἐκτείνας αὑτὸν διὰ τῆς εἰς τὰ μοχθηρὰ δραστηρίου δυνάμεως αὐτοῦ, ἐξέσπασε τοῦ ἡγεμονικοῦ καὶ ἔρημον τῶν καλῶν καταλέλοιπε τὴν ἀποστᾶσαν θεοῦ ψυχήν. καὶ ἔθνη δὲ κατὰ τὸν τόπον ἀλληγορητέον τὸν ὅχλον τῶν κακιῶν, εἰσελθόντα εἰς τὸ δημιουργηθὲν ἡγεμονικὸν ἐπὶ τῷ εἶναι θεοῦ χωρητικὸν καὶ ἀληθὲς ἁγίασμα τοῦ βουλομένου νῷ καθαρῷ ἐπαναπαύεσθαι. ἅπερ ἕθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν· τί γὰρ ἂν ἄλλο κυριώτερον ἀπαγορεύεσθαι νομίζοιμεν ἀπὸ θεοῦ εἰσέρχεσθαι εἰς ψυχὴν ἀριθμουμένην ἐν ἐκκλησίᾳ θεοῦ ἢ τὰ ἔργα καὶ τὸ φρόνημα τῆς σαρκός, ἀληθῶς ἔθνη ἐχθρὰ ὄντα τοῦ θεοῦ; <ἡ γὰρ σὰρξ στρατεύεται κατὰ τοῦ πνεύματος<, >τοῦ φρονήματος τῆς σαρκὸς ἔχθρας σὔσης εἰς θεόν<· »τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται«.