ἐπὶ δὲ ἀγγελίᾳ τῇ περὶ τῆς πράσεως Ἀθήναζε ἡκούσῃ πάντως ἂν αὐτοῦ κατέμενον οὐδέν τι τοῖς κτηθεῖσι χρώμενος, ὃ δὴ πολ- λοὺς τῶν νέων κατέλαβε θρόνων τε οὐ δυνηθέντας ἀντιλαβέσθαι τῶν αὐτόθι πρὸς γῆράς τε μετ’ ἀφωνίας ἥκοντας. μηχανᾶται δή τι τοιόνδε. Κρισπίνῳ μάλα ἐχρώμην Ἡρακλεώτῃ νεανίσκῳ τὸν ἴσον ἐκεῖ μοι δια- τετρφότι χρόνον, ᾧ τὸ δύνασθαι λέγειν μετὰ μικρῶν ἡ φύσις ἐχαρίσατο πόνων, ἡλικιώτης δὲ ὢν ἐμὸς πατέρα με ᾤετο προσορᾶν καὶ τοῖς ἐμοῖς νόμοις ἐν μείζοσί τε καὶ ἐλάττοσι πειθόμενος πατρῴας οὐ κατῄσχυνεν ἀρε- τὰς ἡγουμένου πάντων αὐτῷ ῥημάτων ἐρυθήματος. οὗτος οἴκαδε καλούμενος ὑπὸ τοῦ θείου, — θείου τινὸς ὡς ἀληθῶς ἀνθρώπου καὶ πλείω γε θεοῖς ἢ ἀνθρώποις ὁμιλήσαντος ἐν γῇ, καίτοι νόμος γε εἶργε καὶ ἦν ἡ δίκη τῷ τολμῶντι θάνατος, ἀλλ’ ὅμως σὺν αὐτοῖς ἐκεί- R 22 νοῖς | πορευόμενος τὸν βίον νόμου τε πονηροῦ καὶ νομοθέτου δυσσεβοῦς κατεγέλα — ὡς οὖν ἐκέκλητο καὶ μένειν οὐκέτ’ ἦν, ἡ καρδία οἱ καθ’ Ὅμηρον γάλα στήθεσσι πάτασσε καὶ μᾶλλόν γε ἢ εἰ ἤρχετο πολεμίοις συμμίξων· ἐν πολίταις γὰρ αὖ δεξιοῖς καὶ 20 II v 282 et η 216 2 ἔτι ἐπιζητοῦντα scripsi e ΡΒ ἔτι ζητοῦντα VL ἐπι- ζητοῦντα Α ἐπιζητοῦντα (?) edd 8 μοι e μου μου corr. Cn μου A 10 πατέρα — 11 νόμοις om L 12 πατρῴας — 13 θήματος om Β 15 ὡσαληθῶς Β | γε scripsi auctore Sint. τε ACPB (quod delere Voluit Re) om V. τοῖς L (articulum ante θεοὶ θεοὶ omittere Libanius) 17 τῷ om Ρ | τολμήματι L 18 διαπορευόμενος Re Anim 21 στήθεσι BL 22 αὖ delere vult aut in πάνυ mutare Re περὶ σοφίαν διατρίβουσι μέλλων δείξειν τὰ Ἀθήνηθεν ἀγωνίσματα νεανίσκος εὐλαβής τε καὶ τοιούτων ἄθλων ἄγευστος εἰκότως ἐδείμαινε.