καὶ μὴν τούς γε τῶν οἰκετῶν κλέπτειν μεμαθηκότας μαστιγοῦμεν καὶ ταῦτα εἰδότες, ὡς καὶ ἐν αὐτῷ τῷ τὰς πληγὰς ἰᾶσθαι χρῶνται τῷ τρόπῳ κἀν τοῖς αὐτοῖς αἱ χεῖρες. ὁ δεσπότης δὲ εἰ καὶ μὴ τὸν οἰκέτην μετέβαλεν, ἀλλ’ αὑτόν γε κατέ- στῆσεν ἄμεμπτον ταῖς ἐφ’ ἑκάστῳ πληγαῖς. τί δ’ οἱ τοὺς | ὄνους ὑπὲρ τάχους παίοντες οὐχὶ καὶ τῆς R II 584 βραδυτῆτος μενούσης παίουσιν ὅμως τὸ δοκεῖν ἐλλείπειν τὰ παρ’ αὑτῶν φυλαττόμενοι; 1 πάντων Ι 2 τεθνήξων scripsi ex ΙΒΜ sed in hoc τεθνηξόμενος in marg m. rec. τεθνήσων CAP sed in hoc ξ supra σ scr. m2 τεθνηξόμενος edd | παρὰ Μ Bong 4 μὲν om Ι | οὐδέ μία Α μὴ δεμία Ι 7 αὑτὰς ΙΜ Bong αὐτάς Re 9 διατοῦτο ΡΙΒΜ 10 δέ; Re | τούτους scripsi τούτων libri edd 14 μὴ δὲ ΑΙΒΜ 15 τὸ] τῶν Ι Ι οὐχ inserui 20 αὐτὸν Μ 21 δέ; Re 23; post παίουσιν AP sed in hoc eras,. Ι, Β 24 αὐτῶν CAP sed in hoc ’ in ’ corr m2, Β Re 25. Γίγνου δὴ καὶ αὐτὸς ἡμῖν ὑπὲρ τῆς βουλῆς ἀνήρ, εἰ καὶ τηνάλλως πονήσεις καὶ οἱ τὰ τοιαῦτα μένειν οὐκ ἐάσοντες γενήσοιντο. ἴσως δὲ οὐδὲ την- άλλως ἀκριβεῖ λόγῳ τοῦτο ἔστιν, ὅταν ἐν αὐτῷ τι τῷ πεπονηκέναι κέρδος ᾖ. οἷον δή τι καὶ τοὺς κλύδωνι διαφθειρομένους ἔστιν ἰδεῖν ποιοῦντας. ἴσασι μέν, ὡς ὁ χειμὼν περιέσται τιθεὶς ὑπὸ τῇ θαλάττῃ τὸ πλοῖον καὶ οὐδεμία τέχνη τοῦτ’ ἐξαρπάσαι δυνήσεται, τὸ δ’ ὅ τι δύναιντο βοηθεῖν οὐ προκαταλύουσιν. ἀλλ’ οὐδὲ τὰς μελίττας μέντοι παύει τῆς ἐργασίας τὸ τοῖς πεπονημένοις τοὺς κηφῆνας ἐπιτίθεσθαι, ἀλλ’ οἱ μὲν ἐσθίουσιν, αἱ δὲ ὑφαίνουσιν. 26. Ἔτι τοίνυν οὐκ ἐκείνων ἢ τούτων αἰ λύσεις. ἢν γὰρ δὴ μὴ τούσδε λάβωσι συνεργούς, αἱ ’κείνων συμμαχίαι σκιὰν ἤνεγκαν συμμαχίας. τὸ οὖν τι τὸν Φίλιππον δύνασθαι παρὰ Λασθένους ἐ·στι, παρ’ Εὐθυ- κράτους ἔστι, παρὰ τῶν ἄλλων ὅσοι δούλας τὰς αὑτῶν ἐκείνου κατέστησαν δώροις, οὐχ ὅπλοις πολεμοῦντος. δῶρα δὴ καὶ τούτους ἀδικεῖν ἀναπείθει, καὶ μέχρις ἂν αὐτοῖς ἀζήμιον τοῦτο ᾖ, τρυγῶντες οὐ παύσονται. 12 Try ph. 536 16 cf. t. IV 299, 10; 818, 24; 950, 8 R. Dem. p. 99,22; 425,29 sq.; 451,1. Diod. S. XVI 53 18 cf. Diod. S. XVI 54 2 et 3 τηνάλως CI | πονήσεις Β sed ν ex ι corr m2 5 πεποιηκέναι ΙΒΜ Bong 6 μὲν γάρ coni Re Anim 7 θα- λάσσῃ ΒΜ Bong 8 οὐδὲ μία ΑΡ sed in hoc eras, Ι 9 ὅτι Β 10 παύει μέντι Ι μέντι παύειν Β 11 πεπονη- μένοις Α sed γρ πεποιημένοις in marg πεποιημένοις Ρ | ἐπι- τίθεσθαι Re ἐπιτεθεῖσθαι ΑΡΒΜ Bong ἐπιτεθῆσθαι CI 13 οὐκ om Ι | ἐκείνων <μᾶλλον> at cf. t. Ι 408,9; II 92,1 14 τούσγε ΒΜ Bong | ’κείνων Ρ sed ’ eras κείνων AI κεί C 17 δούλας ΑΡ sed ~ in ΄ corr m2, Ι | αὐτῶν Ι 20 ἀζήμιον αὐτοῖς Ρ | παύσοντες Ι 27. Μάστιγι τοίνυν αὐτοὺς ἀμείνους ἀπόφηνον, ὅπερ αὖ καὶ τὸν Δία πεποιηκέναι φησὶν | Ὅμηρος, R II 585 καὶ ἐπειδὴ μὴ ἑκόντες, ἄκοντες τὰς βουλὰς εὖ ποι- ούντων. ἃς σὺ μὲν ἀνορθοῖς, οἱ δὲ ἐναντιοῦνται περὶ μὲν τοῦ πῶς ἂν ἵππος ἵππου καὶ ἡνίοχος ἡνιόχου καὶ ὀρχηστὴς ὀρχηστοῦ κρατήσειε [καὶ] σκοποῦντες βουλευόμενοι καὶ παντὸς ἁπτόμενοι καὶ λόγον καὶ ἔργου, τὰ δὲ τῶν βουλῶν ἐῶντες κατερρυηκέναι δεδιότες μὴ παύσῃς αὐτὰς ἀτυχούσας, ἐπαινοῦντες πλοῦς βλα- βεροὺς ταῖς ἀθλίαις νεότητα βεβουλευκότων γενῶν ἄγοντας, τοὺς μὲν εἰς Φοινίκην, τοὺς δὲ εἰς Ἰταλίαν, οὐχ ὡς ἐπὶ καλλίω τῶν παρ’ ἡμῖν πεμπόντων ἐκεῖσε τῶν γονέων, ἀλλ’ οὐκ ἀγνοοῦσι μὲν τὴν τούτων εὐ- γένειαν, ἀπαλλαγὴν δὲ βουλῆς ἐν ἐκείνοις ὁρώντων.