<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2:291-295</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2:291-295</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="291"><p>φέρε δὴ καὶ τῶν ἀνωτέρω μνημονεύσωμεν, ἐάν τι δυνώμεθα· ὧν τὸ μὲν ἐξ ἀρχῆς οὐδὲν ἡμῖν ἐπῄει γράφειν, ἀπιστίᾳ τοῦ μὴ περιέσεσθαι· ἔπειτα καὶ τὸ σῶμα οὕτως ἔχον οὐκ εἴα σχολάζειν τούτοις. χρόνου δὲ αὖ προελθόντος ἕν τι τῶν ἀδυνάτων εἶναι ἐδόκει καὶ μνημονεῦσαι ἕκαστα καὶ διʼ ἀκριβείας εἰπεῖν· κρεῖττον οὖν εἶναι σιωπᾶν ὅλως ἢ λυμήνασθαι τοσούτοις ἔργοις. καὶ πολλαί μοι παραιτήσεις ἐγίγνοντο ὑπὲρ τούτων καὶ πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς ἐπιτηδείους τοὺς ἀεὶ δεομένους εἰπεῖν καὶ ποιῆσαι περὶ αὐτῶν. νυνὶ δὲ τοσούτοις ἔτεσι καὶ χρόνοις ὕστερον ὄψεις ὀνειράτων ἀναγκάζουσιν ἡμᾶς ἄγειν αὐτά πως εἰς μέσον. καίτοι τοσοῦτόν γε ἔχω λέγειν, ὅτι εὐθὺς ἐξ ἀρχῆς προεῖπεν ὁ θεὸς ἀπογράφειν τὰ ὀνείρατα· καὶ τοῦτʼ ἦν τῶν ἐπιταγμάτων πρῶτον. ἐγὼ δὲ τῶν μὲν ὀνειράτων τὴν ἀπογραφὴν ἐποιούμην, ὁπότε μὴ δυναίμην αὐτοχειρίᾳ, ὑπαγορεύων· οὐ μέντοι προσετίθην οὔτʼ ἐν οἷς ὄντι προσεγίγνετο ἕκαστα οὔθʼ ὁποῖʼ ἄττʼ ἀπέβαινεν ἐξ αὐτῶν, ἀλλʼ ἤρκει μοι ὥσπερ ἀφοσιοῦσθαι πρὸς τὸν θεὸν, ἅμα μὲν διὰ τὴν ἀδυναμίαν, ὥσπερ ἔφην, τοῦ σώματος, ἅμα δὲ οὐκ ἄν ποτε ἤλπισα εἰς τοσοῦτον προβήσεσθαι προνοίας τὸν θεόν· ἡ δʼ Ἀδράστεια κεκλήσθω μοι σὺν αὐτῷ. ἔτι δὲ καὶ τῷ μὴ πάντα ἐξ ἀρχῆς ἀρξάμενος γράφειν, ὥσπερ δακνόμενος καὶ τὰ λοιπὰ προϊέμην, <pb xml:id="v.1.p.466"/> τὰ μὲν ὡς ἂν ἑκών τις, τὰ δὲ ὡς ἄκων· ἑτέρας δὲ ὁδοὺς χαρίτων εὕρισκον πρὸς τὸν θεόν· ἐπεὶ μυριάδας γε ἐπῶν οὐκ ἔλαττον ἢ τριάκοντα ἡγοῦμαι τῆς ἀπογραφῆς εἶναι, ἀλλʼ οὔτʼ ἐπελθεῖν δή που ῥᾴδιον αὐτὰς οὔτʼ ἐφαρμόττειν ἑκάστοις ὅπως εἶχε τὰ τῶν χρόνων· πρός τε τούτοις ἔστιν ἃ καὶ διεφορήθη ἐν τῇ παντοδαπῇ φθορᾷ καὶ ἀκρασίᾳ τῶν κατʼ οἶκον περὶ τοὺς χρόνους τούτους. ὑπόλοιπον οὖν ἐστι κεφάλαια λέγειν, ἄλλα ἄλλοθεν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="292"><p>ἀναμιμνησκόμενον, ὅπως ἂν ὁ θεὸς ἄγῃ τε καὶ κινῇ· καλοῦμεν δʼ αὐτὸν καὶ πρὸς αὐτὰ ταῦτα, ὥσπερ πρὸς ἅπαντα. πάντως δʼ ἐστὶ πρὸς ἅπαντα κλητὸς, εἰ δή τις θεῶν.</p><p rend="align(indent)">ἐπειδὴ γὰρ ἐκομίσθην ἀπὸ τῆς Ἰταλίας, πολλὰ καὶ παντοῖα συνειλοχὼς τῷ σώματι ἀπὸ τῶν συνεχῶν καμάτων τε καὶ χειμώνων, οἷς ἐχρησάμην ἀπιὼν διὰ Θρᾴκης καὶ Μακεδονίας, ἔτι κάμνων ἐξελθὼν οἴκοθεν, ἦν τοῖς ἰατροῖς ἀπορία πολλὴ μὴ ὅτι ὠφελεῖν οὐκ ἔχουσιν, ἀλλʼ οὐδὲ γνωρίσαι ὅ τι εἴη τὸ σύμπαν. χαλεπώτατον δʼ ἁπάντων καὶ ἀπορώτατον ὅτι τοῦ πνεύματος ἀπεκεκλείμην, καὶ μετὰ πολλῆς τῆς πραγματείας καὶ ἀπιστίας μόλις ἄν ποτε ἀνέπνευσα βιαίως καὶ ἀγαπητῶς, πνιγμοί τε παρηκολούθουν συνεχεῖς ἐν τῷ τραχήλῳ καὶ τὰ νεῦρα ἐπεφρίκει καὶ σκέπης ἔδει πλείονος ἢ φέρειν δυναίμην· χωρὶς δʼ ἕτερα ἀμύθητα ἠνώχλει. ἐδόκει δὴ χρῆναι τοῖς ὕδασι χρήσασθαι τοῖς θερμοῖς, εἴ τι δυναίμην γενέσθαι ῥᾴων, ἢ τὸν ἀέρα μᾶλλόν πως ἀνασχέσθαι· καὶ γὰρ ἦν ἤδη χειμῶνος ὥρα, ἀπέχει δὲ τῆς πόλεως οὐ πολύ. ἐνταῦθα πρῶτον ὁ σωτὴρ χρηματίζειν ἤρξατο. ἀνυπόδητόν τε γὰρ <pb xml:id="v.1.p.467"/> προελθεῖν ἐπέταξε καὶ ἐβόων δὴ ἐν τῷ ὀνείρατι ὡς ἂν ὕπαρ τε καὶ ἐπʼ ὀνείρατι τετελεσμένῳ, μέγας ὁ Ἀσκληπιὸς, τετέλεσται τὸ πρόσταγμα. ταῦθʼ ἅμα προϊὼν ἐδόκουν βοᾶν. μετὰ ταῦτα κλῆσις καὶ ἄφιξις ἀπὸ Σμύρνης εἰς Πέργαμον μετὰ τῆς ἀγαθῆς τύχης. τὰ δʼ ἐντεῦθεν ἔστι μὲν οὐ κατʼ ἄνθρωπον διηγήσασθαι, ἐγχειρητέον δὲ, ὥσπερ ὑπεθέμην, ἐξ ἐπιδρομῆς ἔνια αὐτῶν διελθεῖν. εἰ δέ τις τὰ ἀκριβέστατα γνῶναι βουλήσεται τῶν γεγενημένων ἡμῖν παρὰ τοῦ θεοῦ, ὥρα τὰς διφθέρας αὐτῷ ζητεῖν καὶ τὰ ὀνείρατα αὐτά. καὶ γὰρ ἰάματα παντὸς εἴδους καὶ διαλόγους τινὰς εὑρήσει καὶ λόγους ἐν μήκει καὶ φάσματα παντοῖα καὶ προρρήσεις ἁπάσας καὶ χρησμῳδίας περὶ παντοδαπῶν πραγμάτων, τὰς μὲν καταλογάδην, τὰς δὲ ἐν μέτροις γεγονυίας, καὶ χαρίτων πάντʼ ἄξια τῷ θεῷ μειζόνων ἤ τις ἂν εἰκάσαι. νῦν δὲ ἐνθένδε ποθὲν ἀρξώμεθα, ὡς ἐπειδὴ ἐγενόμεθα ἐν τῷ ἱερῷ, τῇ πρώτῃ τῶν νυκτῶν φανεὶς ὁ θεὸς τῷ τροφεῖ μου ἐν τῷ Σαλβίου τοῦ νῦν ὑπάτου σχήματι—ὅστις δὲ ὁ Σάλβιος οὔπω τότε γε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="293"><p>ᾔδειμεν· ὁ δʼ ἐτύγχανε προσεδρεύων τῷ θεῷ κατʼ ἐκεῖνον τὸν χρόνον—ἔφη δʼ οὖν ὁ τροφεὺς ὡς ἐν τούτῳ δὴ τῷ σχήματι διαλεχθείη πρὸς αὐτὸν περὶ τῶν λόγων τῶν ἐμῶν ἄλλα τε δὴ, οἶμαι, καὶ ὅτι ἐπισημήναιτο ὡδὶ λέγων, ἱεροὶ λόγοι. ταῦτα μὲν εἰς τοσοῦτον. μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δʼ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ· ἔδει δʼ αὐτῷ χρῆσθαι λούμενον ἐξιόντα ἐκ τοῦ θερμοῦ ὕδατος εἰς τὸ ψυχρόν· ἔπειτα ῥύμματα ἄττα διὰ σταφίδων τε καὶ ἑτέρων μικτὰ, ἔπειτα μυρία ἐπὶ μυρίοις, ἃ πάντα παρεὶς ἀναγκαίως τῶν παραδόξων μνησθῆναι βούλομαι.</p><p rend="align(indent)">πόθεν οὖν τις ἄρξηται, πολλῶν τε καὶ παντοίων ὄντων, καὶ ἅμα οὐκ ἐν μνήμῃ πάντων, πλήν γε δὴ τῆς <pb xml:id="v.1.p.468"/> χάριτος τῆς ὑπὲρ αὐτῶν; ἔπεμψέ με εἰς Χίον φήσας πέμπειν καθάρσεως ἕνεκα. ἀπῄειμεν οὖν τὴν ἐπὶ Σμύρνης, καὶ μάλα ἐν ἀηδίᾳ ποιούμενοι καὶ νομίζοντες ἄνευ προστάτου γίγνεσθαι καὶ ὡς ἀληθῶς ἐφʼ ἡμῶν αὐτῶν πλεῖν, ἐπειδὴ τοῦ ἱεροῦ ἐγιγνόμεθα ἔξω. ὃν μὲν οὖν τρόπον ἅπαντες ἐξεπλάγησαν ἐν τῇ Σμύρνῃ, ὡς εἶδον φανέντα παρʼ ἐλπίδας αὐτοῖς, τί τις ἂν λέγοι; ὡς δʼ ἐγενόμεθα ἐν Κλαζομεναῖς, ἐδόκει χρῆναι περαιώσασθαι εὐθὺ Φωκαίας. καὶ ἐπειδὴ ἦμεν περὶ τὰς νήσους, Δρυμοῦσαν καὶ Πήλην, αὔρα τις εὔρου ὑπήρχετο καὶ περαιτέρω προϊόντων εὖρος ἤδη λαμπρὸς, καὶ τέλος ἐξερράγη πνεῦμα ἐξαίσιον. καὶ τὸ πλοῖον ἐκ πρῴρας ἀρθὲν ἐπὶ πρύμναν ὤκλασε καὶ μικροῦ κατέδυ· ἔπειτα ἐπεκλύζετο ἔνθεν καὶ ἔνθεν· ἔπειτα ἀπεστράφη ἔξω πρὸς τὸ πέλαγος. ἱδρὼς δὲ καὶ θόρυβος ναυτῶν καὶ βοαὶ πᾶσαι τῶν ἐμπλεόντων, συνέπλεον γὰρ δὴ καὶ τῶν ἐπιτηδείων τινές· ἐμοὶ δὲ τοσοῦτον ἤρκεσεν εἰπεῖν, ὦ Ἀσκληπιέ. πολλὰ δὲ καὶ παντοῖα κινδυνεύσαντες καὶ τέλος περὶ αὐτὴν τὴν καταγωγὴν μυριάκις ἀνατραπέντες καὶ ἀπωσθέντες καὶ πολλὴν ἀγωνίαν τοῖς ὁρῶσι παρασχόντες διεσώθημεν ἀγαπητῶς καὶ μόλις. ἐπεὶ δὲ νὺξ ἧκε, τήν τε κάθαρσιν ὁ θεὸς κελεύει ποιεῖσθαι, σημήνας ἀφʼ ὧν. καὶ ἐγένετο μέντοι οὐδὲν ἐλάττων ἢ ὑπὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="294"><p>ἐλλεβόρου, ὡς ἔφασκον οἱ τούτου ἔμπειροι, ἅτε καὶ ὑπὸ τοῦ κλυδωνίου πάντων κεκινημένων. καὶ φράζει δὴ τὸ πᾶν, ὡς εἱμαρμένον τε εἴη ναυαγῆσαί μοι καὶ τούτου ἄρα ἕνεκα καὶ ταῦτα συμβαίη· καὶ νῦν ἔτι δέοι ὑπὲρ ἀσφαλείας καὶ τοῦ παντάπασιν ἐκπλῆσαι τὸ χρεὼν, ἐμβάντα εἰς λέμβον ἐν τῷ λιμένι οὕτω ποιῆσαι, ὡς τὸν μὲν λέμβον ἀνατραπῆναι καὶ καταδῦναι, αὐτὸν δὲ ἐξάραντός τινος ἐξενεχθῆναι πρὸς τὴν γῆν· ἐν γὰρ τούτῳ τελεῖσθαι τὰ ἀναγκαῖα. ἐποιοῦμεν ταῦτα ἄσμενοι δηλονότι. καὶ πᾶσι δὴ θαυμαστὸν ἐδόκει τὸ σόφισμα τῆς ναυαγίας ἐπʼ ἀληθινῷ τῷ <pb xml:id="v.1.p.469"/> κινδύνῳ γενόμενον. οὗ δὴ καὶ ἔγνωμεν ὅτι κἀκ τοῦ πελάγους ἄρα αὐτὸς ὁ σεσωκὼς ἦν. ἐπιθήκη δὲ τῆς εὐεργεσίας ἡ κάθαρσις. μετὰ δὲ ταῦτα κατεῖχεν ἐν τῇ Φωκαίᾳ, θαυμαστὰ οἷα σημαίνων, οὐ μόνον εἰς τὸ σῶμα ἔχοντα, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐπὶ πολλοῖς. καὶ δὴ καὶ τῶν ἀνέμων ἐπιεικῶς τοὺς μέλλοντας ἔσεσθαι προηκούομεν, ὥστε ὁπότε ἀκούοι τὰ ὀνείρατα ὁ ξένος ἡμῶν ὁ Ῥοῦφος—ἦν δὲ καὶ τἄλλα πρῶτος Φωκαέων, καί πως οὐδʼ αὐτὸς ἀνήκοος Ἀσκληπιοῦ—πολλὴν εἶναι τὴν ἔκπληξιν αὐτῷ ταῦτα ἀκούοντι παρʼ ἡμῶν ἔνδον, ἃ ἔξω καταλελοιπὼς εἰσῄει. καὶ δὴ γάλακτός ποτε ἐδέησε τοῦ θεοῦ κελεύσαντος· ἦν δὲ οὔπω· σχεδὸν γὰρ ἦν τετρὰς ἐπὶ δέκα τοῦ δευτέρου μηνὸς, ὡς νομίζομεν οἱ ταύτῃ, ἐδόκει δὲ χρῆναι ζητεῖν. καὶ πορευθεὶς ὁ Ῥοῦφος εἰς ἐσχατιάν τινα τῶν αὑτοῦ εὑρίσκει τετοκυῖαν ὄϊν αὐτονυχὶ, καὶ κομίσας δίδωσι τὸ γάλα. τέλος δὲ ἀφίησιν ἡμᾶς ὁ θεὸς τοῦ πλοῦ τοῦ εἰς τὴν Χίον, ἄλλα τε δὴ καὶ δείξας καὶ προειπὼν, καὶ ἐφʼ ἅπασιν ἔδοξα ὡς κατεσχισμένον τε εἴη τὸ πλοῖον καὶ οὐδὲν ἔτι. ἔστι δὲ χωρίον Γενναῒς, ἀπέχον τῆς Φωκαίας οὐ πολὺ, ἐνταῦθα ἡμέρας τινὰς διαγαγὼν ἡμᾶς ἐν τοῖς ὕδασιν ἐπανῆγεν εἰς τὴν Σμύρναν. ὡς τοίνυν ἐγενόμεθα ἐν τῇ Σμύρνῃ, φαίνεταί μοι ἐν τοιῷδέ τινι σχήματι. ἦν ἅμα μὲν Ἀσκληπιὸς, ἅμα δὲ Ἀπόλλων, ὅ τε δὴ Κλάριος καὶ ὁ καλλίτεκνος καλούμενος ἐν Περγάμῳ, οὗ ὁ πρῶτος </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg024.perseus-grc2" n="295"><p>τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ <pb xml:id="v.1.p.470"/> χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.</p><p rend="align(indent)">καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γʼ ἂν ἐποιησάμην καὶ καθʼ ἕκαστα δύνασθαι διʼ ἀκριβείας διεξελθεῖν. ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι. ἐπεὶ δʼ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα· ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντʼ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας. ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ. ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλʼ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδʼ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν. ἔπειθʼ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη. ὡς δʼ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων <pb xml:id="v.1.p.471"/> καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός. καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη; ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς </p></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>
